Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

4. ἄτοπόν ἐστιν Ἰησοῦν Χριστὸν λαλεῖν ἐπὶ γλώσσης, καὶ τὸν παυσθέντα Ἰουδαϊσμὸν ἐπὶ διανοίας ἔχειν· ὁ γὰρ Χριστιανισμὸς οὐκ εἰς τὸν Ἰουδαϊσμὸν ἐπίστευσεν, ἀλλ’ ὁ Ἰουδαϊσμὸς εἰς τὸν Χριστιανισμόν, εἰς ὃν πᾶν ἔθνος πιστεῦσαν καὶ πᾶσα γλῶσσα ἐξομολογησαμένη

εἰς θεὸν συνήχθη· καὶ γέγοναν οἱ λιθώδεις τῇ καρδίᾳ τέκνα τοῦ θεοῦ φίλου Ἀβραάμ· καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐνευλογήθησαν πάντες οἱ τεταγμένοι εἰς ζωὴν αἰώνιον ἐν Χριστῷ.

XI. Ταῦτα δέ, ἀγαπητοί μου, οὐκ ἐπέγνων τινὰς ἐξ ὑμῶν οὕτως ἔχοντας, ἀλλ’ ὡς μικρότερος ὑμῶν θέλω προφυλάσσεσθαι ὑμᾶς, μὴ ἐμπεσεῖν εἰς τὰ ἄγκιστρα τῆς κενοδοξίας, ἀλλὰ πεπληροφορῆσθαι ἐν Χριστῷ,

2. τῷ πρὸ πάντων μὲν αἰώνων γεννηθέντι παρὰ τοῦ πατρός, γεννωμένῳ δὲ ὕστερον ἐκ Μαρίας τῆς παρθένου δίχα ὁμιλίας ἀνδρός, καὶ πολιτευσαμένῳ ὁσίως καὶ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύσαντι ἐν τῷ λαῷ καὶ σημεῖα καὶ τέρατα ποιήσαντι ἐπ’ εὐεργεσίᾳ ἀνθρώπων, καὶ τοῖς ἐξοκείλασιν εἰς πολυθεΐαν τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν καταγγείλαντι, τὸν ἑαυτοῦ πατέρα,