Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ἐν ᾧ ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ αἰῶνος τούτου διαφεύξεσθε. πιστὸς γάρ, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε.
II. Ἐπεὶ οὖν ἠξιώθην ἰδεῖν ὑμᾶς διὰ Δαμᾶ τοῦ ἀξιοθέου ὑμῶν ἐπισκόπου καὶ πρεσβυτέρων θεοῦ ἀξίων Βάσσου καὶ Ἀπολλωνίου καὶ τοῦ συμβιωτοῦ μου διακόνου Ζωτίωνος, οὗ ἐγὼ ὀναίμην, ὅτι ὑποτάσσεται τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ, χάριτι θεοῦ ἐν νόμῳ Ἰησοῦ Χριστοῦ.
III. Καὶ ὑμῖν δὲ πρέπει μὴ καταφρονεῖν τῆς ἡλικίας τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ γνώμην θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ πρὸς τὴν φαινομένην ἀφορῶντας νεότητα, ἀλλὰ πρὸς τὴν ἐν θεῷ φρόνησιν· ἐπείπερ οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες ἐπίστανται σύνεσιν, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς.