Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

4. καὶ κατῆλθεν εἰς ᾅδην μόνος, ἀνῆλθεν δὲ μετὰ πλήθους καὶ ἔσχισεν τὸν ἀπ’ αἰῶνος φραγμὸν καὶ τὸ μεσότοιχον αὐτοῦ ἔλυσεν, καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν ἐγείραντος αὐτὸν τοῦ πατρός, καὶ τεσσαράκοντα ἡμέρας συνδιατρίψας τοῖς ἀποστόλοις ἀνελήφθη πρὸς τὸν πατέρα καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ περιμένων, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.

5. τῇ οὖν παρασκευῇ τρίτῃ ὥρᾳ ἀπόφασιν ἐδέξατο παρὰ τοῦ Πιλάτου συγχωρήσαντος τοῦ πατρός, ἕκτῃ ὥρᾳ ἐσταυρώθη, ἐννάτῃ ἀπέπνευσεν, πρὸ ἡλίου δύσεως ἐτάφη· τὸ σάββατον ὑπὸ γῆν μένει ἐν τῷ μνημείῳ, ᾧ ἀπέθετο αὐτὸν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας· ἐπιφωσκούσης κυριακῆς

ἀνέστη ἐκ τῶν νεκρῶν κατὰ τὸ εἰρημένον ὑπ’ αὐτοῦ· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδία τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

6. περιέχει οὖν ἡ μὲν παρασκευὴ τὸ πάθος, τὸ σάββατον τὴν ταφήν, ἡ κυριακὴ τὴν ἀνάστασιν.