Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ἔφαγεν καὶ ἔπιεν ἀληθῶς, ἐσταυρώθη καὶ ἀπέθανεν ἐπὶ Ποντίου Πιλάτου· ἀληθῶς δὲ καὶ οὐ δοκήσει ἐσταυρώθη καὶ ἀπέθανεν βλεπόντων οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐρανίων μὲν ὡς τῶν ἀσωμάτων φύσεων, ἐπιγείων τε Ἰουδαίων καὶ Ῥωμαίων καὶ τῶν παρόντων κατ’ ἐκεῖνο καιροῦ ἀνθρώπων σταυρουμένου τοῦ κυρίου, καταχθονίων δὲ ὡς τοῦ πλήθους τοῦ συναναστάντος τῷ κυρίῳ· πολλὰ γάρ, φησίν, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη τῶν μνημείων ἀνεῳχθέντων.
4. καὶ κατῆλθεν εἰς ᾅδην μόνος, ἀνῆλθεν δὲ μετὰ πλήθους καὶ ἔσχισεν τὸν ἀπ’ αἰῶνος φραγμὸν καὶ τὸ μεσότοιχον αὐτοῦ ἔλυσεν, καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν ἐγείραντος αὐτὸν τοῦ πατρός, καὶ τεσσαράκοντα ἡμέρας συνδιατρίψας τοῖς ἀποστόλοις ἀνελήφθη πρὸς τὸν πατέρα καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ περιμένων, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.
5. τῇ οὖν παρασκευῇ τρίτῃ ὥρᾳ ἀπόφασιν ἐδέξατο παρὰ τοῦ Πιλάτου συγχωρήσαντος τοῦ πατρός, ἕκτῃ ὥρᾳ ἐσταυρώθη, ἐννάτῃ ἀπέπνευσεν, πρὸ ἡλίου δύσεως ἐτάφη· τὸ σάββατον ὑπὸ γῆν μένει ἐν τῷ μνημείῳ, ᾧ ἀπέθετο αὐτὸν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας· ἐπιφωσκούσης κυριακῆς
ἀνέστη ἐκ τῶν νεκρῶν κατὰ τὸ εἰρημένον ὑπ’ αὐτοῦ· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδία τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.6. περιέχει οὖν ἡ μὲν παρασκευὴ τὸ πάθος, τὸ σάββατον τὴν ταφήν, ἡ κυριακὴ τὴν ἀνάστασιν.
X. Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσι, τὸ δοκήσει γεγενῆσθαι αὐτὸν ἄνθρωπον, οὐκ ἀληθῶς ἀνειληφέναι σῶμα, καὶ τὸ δοκεῖν τεθνηκέναι, πεπονθέναι οὐ τῷ ὄντι, τίνος ἕνεκεν ἐγὼ δέδεμαι καὶ εὔχομαι θηριομαχῆσαι;
2. δωρεὰν οὖν ἀποθνήσκω, ἄρα καταψεύδομαι τοῦ σταυροῦ τοῦ κυρίου καὶ περιττὸς ὁ προφήτης· Ὄψονται εἰς ὃν ἐξεκέντησαν καὶ κόψονται ἐφ’ ἑαυτοῖς ὡς ἐπὶ ἀγαπητῷ.