Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
6. ἀπέθανεν ἀληθῶς καὶ ἐτάφη καὶ ἠγέρθη ἐκ τῶν νεκρῶν, καθώς που προσηύχετο λέγων· Σὺ δὲ κύριε ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. καὶ ὁ πάντοτε ἐπακούων αὐτῷ πατὴρ ἀποκριθεὶς λέγει· Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.
7. ὁ τοίνυν ἀναστήσας αὐτὸν πατὴρ καὶ ἡμᾶς δι’ αὐτοῦ ἐγερεῖ, οὗ χωρὶς τὸ ἀληθινῶς ζῆν οὐχ ἕξει τις· λέγει γάρ, ὅτι Ἐγὼ εἰμι ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται εἰς τὸν αἰῶνα.
8. φεύγετε οὖν τὰς ἀθέους αἱρέσεις· τοῦ διαβόλου γάρ εἰσιν ἐφευρέσεις, τοῦ ἀρχεκάκου ὄφεως τοῦ διὰ τῆς γυναικὸς ἀπατήσαντος Ἀδὰμ τὸν πατέρα τοῦ γένους ἡμῶν.