Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

Ι. Ἄμωμον διάνοιαν καὶ ἀνυπόκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατὰ κτῆσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ συνεργείᾳ πνεύματος ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρῆσαι.

2. ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν ὑμῶν εὔνοιαν δι’ αὐτοῦ ἔδοξα, εὑρὼν ὑμᾶς μιμητὰς ὄντας Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος.

II. Τῷ ἐπισκόπῳ ὑποτάσσεσθε ὡς τῷ κυρίῳ· αὐτὸς γὰρ ἀγρυπνεῖ ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσων θεῷ. διὸ καὶ φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δι’ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύοντες εἰς τὸν θάνατον αὐτοῦ διὰ τοῦ βαπτίσματος κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γένησθε.

2. ἀναγκαῖον οὖν ἐστιν, ὅσαπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράττειν ὑμᾶς, ἀλλ’ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς ἀποστόλοις Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἐν ᾧ διάγοντες ἐν αὐτῷ εὑρεθησόμεθα.