Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
I. Ἐπειδή, θαυμάσιε, καὶ παρ’ ἡμῖν ὁ Χριστὸς ἐγνωρίσθη υἱὸς εἶναι τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἐν ὑστέροις καιροῖς ἐνηνθρωπηκέναι διὰ παρθένου Μαρίας ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ κατὰ τὰς περὶ αὐτοῦ ὑπ’ αὐτοῦ προρρηθείσας φωνὰς παρὰ τοῦ τῶν προφητῶν χοροῦ, τούτου ἕνεκεν παρακαλοῦμεν ἀξιοῦντες ἀποσταλῆναι ἡμῖν παρὰ τῆς σῆς συνέσεως Μάριν τὸν ἑταῖρον ἡμῶν ἐπίσκοπον τῆς ἡμεδαπῆς Νέας πόλεως τῆς πρὸς τῷ Ζαρβῷ, καὶ Εὐλόγιον Κασσοβόλων πρεσβύτερον, ὅπως μὴ ὦμεν ἔρημοι τῶν προστατῶν
τοῦ θείου λόγου,2. καθά που καὶ Μωσῆς λέγει· Ἐπισκεψάσθω κύριος ὁ θεὸς ἄνθρωπον, ὃς ὁδηγήσει τὸν λαὸν τοῦτον, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν.
II. Ὑπὲρ δὲ τοῦ νέους εἶναι τοὺς προγεγραμμένους δείσῃς μηδέν, ὦ μακάριε. γινώσκειν γάρ σε θέλω, ὡς ὑπερφρονοῦσι σαρκὸς καὶ τῶν ταύτης παθῶν ἀλογοῦσιν αὐτοὶ ἐν ἑαυτοῖς, προσφάτῳ νεότητι ἱερωσύνης ἀστράπτοντες πολιᾷ.
2. ἀνάσκαλον δὲ τὸν λογισμόν σου διὰ τοῦ δοθέντος σοι παρὰ θεοῦ διὰ Χριστοῦ πνεύματος αὐτοῦ, καὶ γνώσῃ, ὡς Σαμουὴλ μικρὸν παιδάριον ὢν ὁ βλέπων ἐκλήθη, καὶ τῷ χορῷ τῶν προφητῶν ἐγκαταλεχθεὶς τὸν πρεσβύτην Ἡλεὶ παρανομίας ἐξελέγχει, ὅτι παραπλῆγας υἱεῖς θεοῦ τοῦ πάντων αἰτίου προτετιμήκει καὶ παίζοντας εἰς τὴν ἱερωσύνην καὶ εἰς τὸν λαὸν ἀσελγαίνοντας εἴασεν ἀτιμωρήτους.