Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. οὐδὲν φαινόμενον αἰώνιον·
τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. οὐ πεισμονῆς τὸ ἔργον, ἀλλὰ μεγέθους ἐστὶν ὁ Χριστιανισμός· ὅταν μισῆται ὑπὸ κόσμου, φιλεῖται παρὰ θεοῦ. εἰ ἐκ τοῦ κόσμου γάρ, φησί, τούτου ἦτε, ὁ κόσμος ἂν ἐφίλει τὸ ἴδιον· νυνὶ δὲ οὔκ ἐστε ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς· μείνατε παρ’ ἐμοί.IV. Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις καὶ ἐντέλλομαι πᾶσιν, ὅτι ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω, ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. παρακαλῶ ὑμᾶς, μὴ εὔνοια ἄκαιρος γένησθέ μοι. ἄφετέ με θηρίων εἶναι βρῶμα, δι’ ὧν ἔστιν θεοῦ ἐπιτυχεῖν. σῖτός εἰμι τοῦ θεοῦ καὶ δι’ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος θεοῦ εὑρεθῶ.