Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου· Οὐ λαλήσει, φησίν, ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ παρ’ ἐμοῦ. καὶ περὶ ἑαυτοῦ φησι πρὸς τὸν πατέρα· Ἐγώ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα· ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. καὶ περὶ τοῦ ἁγίου πνεύματος· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. οὐκοῦν ἑκάτερος αὐτὸν δοξάζει, παρ’ οὗ καὶ ἔλαβεν, ὃ ποιήσει· καὶ αὐτὸν κηρύττει καὶ αὐτοῦ τὰ ῥήματα καταγγέλλει.
4. τὸ δὲ πλάνον πνεῦμα ἑαυτὸ κηρύττει, τὰ ἴδια λαλεῖ, αὐτάρεσκον γάρ ἐστιν· ἑαυτὸ δοξάζει, τύφου γάρ ἐστι μεστόν· ψευδολόγον ὑπάρχει, ἀπατηλόν, θωπευτικόν, κολακευτικόν, ὕπουλον, ῥαψωδόν, φλύαρον, ἀσύμφωνον, ἀμετροεπές, γλίσχρον, ψοφοδεές, οὗ τῆς ἐνεργείας ῥύσεται ἡμᾶς Ἰησοῦς ὁ Χριστός, ὁ θεμελιώσας ἡμᾶς ἐπὶ τὴν πέτραν, ὡς λίθους ἐκλεκτοὺς, εὐαρμολογουμένους εἰς οἰκοδομὴν θεοῦ πατρός, ἀναφερομένους εἰς τὰ ὕψη διὰ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος,
σχοίνῳ χρωμένους τῷ ἁγίῳ πνεύματι, πίστει δὲ ἀναγομένους καὶ ἀγάπῃ κουφιζομένους ἐκ γῆς πρὸς οὐρανόν, συνοδοιποροῦντας ἅμα ἀμώμοις.5. μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. ὁδὸς δέ ἐστιν ἀπλανὴς Ἰησοῦς ὁ Χριστός· ἐγὼ γάρ, φησίν, εἰμὶ ἡ ὁδὸς καὶ ἡ ζωή. ὁδηγεῖ δὲ ἡ ὁδὸς πρὸς τὸν πατέρα· οὐδεὶς γάρ, φησίν, ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ.