Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. αὐτὸς μέντοι Ὀνήσιμος ὑπερεπαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν, ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἵρεσις κατοικεῖ. ἀλλ’ οὐδὲ ἀκούετέ τινος ἢ μόνου Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ ποιμένος καὶ διδασκάλου, καί ἐστε, ὡς Παῦλος ὑμῖν ἔγραφεν, ἓν σῶμα καὶ ἓν πνεῦμα, διὰ τὸ ἐν μιᾷ ἐλπίδι κεκλῆσθαι τῆς πίστεως· ἐπείπερ καὶ εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

3. ὑμεῖς μὲν οὖν ἐστε τοιοῦτοι, ὑπὸ τοιῶνδε παιδευτῶν στοιχειωθέντες, Παύλου τοῦ χριστοφόρου καὶ Τιμοθέου τοῦ πιστοτάτου.

VII. Τινὲς δὲ φαυλότατοι εἰώθασιν δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ καὶ φρονοῦντες ἐναντία τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπ’ ὀλέθρῳ ἑαυτῶν καὶ τῶν πειθομένων αὐτοῖς· οὓς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν. δίκαιος γὰρ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια· εἰσὶ γὰρ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν, λυσσῶντες, λαθροδῆκτοι, οὓς φυλάσσεσθαι χρή· ἀνίατα γὰρ νοσοῦσιν.

2. ἰατρὸς δὲ ἡμῶν ἐστιν ὁ μόνος ἀληθινὸς θεός, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ τῶν ὅλων κύριος, τοῦ δὲ μονογενοῦς πατὴρ καὶ γεννήτωρ. ἔχομεν ἰατρὸν καὶ τὸν κύριον ἡμῶν θεὸν Ἰησοῦν τὸν Χριστόν, τὸν πρὸ αἰώνων υἱὸν μονογενῆ καὶ λόγον, ὕστερον δὲ καὶ ἄνθρωπον ἐκ Μαρίας τῆς παρθένου· ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ὁ ἀσώματος ἐν σώματι, ὁ ἀπαθὴς ἐν παθητῷ σώματι, ὁ ἀθάνατος ἐν θνητῷ σώματι, ἡ ζωὴ ἐν φθορᾷ, ὅπως θανάτου καὶ φθορᾶς ἐλευθερώσῃ καὶ ἰατρεύσῃ τὰς ψυχὰς ἡμῶν καὶ ἰάσηται αὐτὰς νοσηλευθείσας ἐν ἀσεβείᾳ καὶ πονηραῖς ἐπιθυμίαις.

VIII. Μὴ οὖν τις ὑμᾶς ἐξαπατάτω, ὥσπερ οὐδὲ ἐξαπατᾶσθε· ὅλοι γὰρ ἐστε θεοῦ. ὅταν γὰρ μηδεμία ἐπιθυμία ἐν ὑμῖν ὑπάρχῃ δυναμένη ὑμᾶς ῥυπάναι καὶ βάσανον ἐπαγαγεῖν, ἄρα κατὰ θεὸν ζῆτε καί ἐστε Χριστοῦ. περίφημα ὑμῶν καὶ τῆς ἁγνοτάτης Ἐφεσίων ἐκκλησίας, τῆς διαβοήτου καὶ πολυϋμνήτου τοῖς αἰῶσιν.

2. οἱ σαρκικοὶ τὰ πνευματικὰ πράττειν οὐ δύνανται οὐδὲ οἱ πνευματικοὶ τὰ σαρκικά, ὥστε οὐδὲ ἡ πίστις τὰ τῆς ἀπιστίας οὐδὲ ἡ ἀπιστία τὰ τῆς πίστεως. ὑμεῖς δέ, πλήρεις ὄντες τοῦ ἁγίου πνεύματος, οὐδὲν σαρκικόν, ἀλλὰ πνευματικὰ πάντα πράσσετε. ἐν Χριστῷ Ἰησοῦ τελειοῦσθε, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.