Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
2. Κρόκος δέ, ὁ θεοῦ ἄξιος καὶ ὑμῶν, ὃν ὡς ἐξεμπλάριον τῆς ἀφ’ ὑμῶν ἀγάπης ἀπελάβομεν, κατὰ πάντα με ἀνέπαυσεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ὡς καὶ αὐτὸν ὁ πατὴρ Ἰησοῦ Χριστοῦ ἀναψύξαι ἅμα Ὀνησίμῳ καὶ Βούρρῳ καὶ Εὔπλοϊ καὶ Φρόντωνι, δι’ ὧν πάντας ὑμᾶς κατὰ ἀγάπην εἶδον.
3. ὀναίμην ὑμῶν διὰ παντός, ἐάνπερ ἄξιος ὦ. πρέπον οὖν ὑμᾶς ἐστιν κατὰ πάντα τρόπον δοξάζειν Ἰησοῦν Χριστὸν τὸν δοξάσαντα ὑμᾶς, ἵνα ἐν μιᾷ ὑποταγῇ ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ καὶ τὸ αὐτὸ λέγητε πάντες περὶ τοῦ αὐτοῦ, ἵνα ὑποτασσόμενοι τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ κατὰ πάντα ἦτε ἡγιασμένοι.
III. Οὐ διατάσσομαι ὑμῖν ὡς ὤν τι. εἰ γὰρ καὶ δέδεμαι διὰ τὸ ὄνομα, οὔπω ἀπήρτισμαι ἐν Ἰησοῦ Χριστῷ. νῦν γὰρ ἀρχὴν ἔχω τοῦ μαθητεύεσθαι καὶ προσλαλῶ ὑμῖν ὡς ὁμοδούλοις· ἐμὲ γὰρ ἔδει παρ’ ὑμῶν ὑπομνησθῆναι πίστει, νουθεσίᾳ, ὑπομονῇ, μακροθυμίᾳ.
2. ἀλλ’ ἐπειδὴ ἡ ἀγάπη οὐκ ἐᾷ με σιωπᾶν περὶ ὑμῶν, διὰ τοῦτο προέλαβον παρακαλεῖν ὑμᾶς, ὅπως συντρέχητε τῇ γνώμῃ τοῦ θεοῦ. καὶ γὰρ Ἰησοῦς Χριστὸς πάντα κατὰ γνώμην πράττει τοῦ πατρός, ὡς αὐτός που λέγει· Ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῶ πάντοτε.
3. οὐκ
οῦν καὶ ἡμᾶς χρὴ ζῆν κατὰ γνώμην θεοῦ ἐν Χριστῷ καὶ ζηλοῦν ὡς Παῦλος· μιμηταὶ γάρ μου, φησί, γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.IV. Ὅθεν καὶ ὑμῖν πρέπει συντρέχειν τῇ τοῦ ἐπισκόπου γνώμῃ, τοῦ κατὰ θεὸν ποιμαίνοντος ὑμᾶς· ὅπερ καὶ ποιεῖτε, αὐτοὶ σοφισθέντες ὑπὸ τοῦ πνεύματος. τὸ γὰρ ἀξιονόμαστον πρεσβυτέριον, ἄξιον ὃν τοῦ θεοῦ, οὕτως συνήρμοσται τῷ ἐπισκόπῳ, ὡς χορδαὶ κιθάρᾳ, συνδεδεμένοι οὕτω τῇ ὁμονοίᾳ καὶ συμφώνῳ ἀγάπῃ, ἧς ἐστιν ἀρχηγὸς καὶ φύλαξ Ἰησοῦς ὁ Χριστός.