Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. ἔνθεν ἐμωραίνετο σοφία κοσμική, γοητεία ὕθλος ἦν καὶ γέλως ἡ μαγεία· πᾶς θεσμὸς κακίας ἠφανίζετο, ἀγνοίας ζόφος διεσκεδάννυτο καὶ τυραννικὴ ἀρχὴ καθῃρεῖτο, θεοῦ ὡς ἀνθρώπου φαινομένου καὶ ἀνθρώπου ὡς θεοῦ ἐνεργοῦντος· ἀλλ’ οὔτε τὸ πρότερον δόξα οὔτε τὸ δεύτερον ψιλότης, ἀλλὰ τὸ μὲν ἀλήθεια, τὸ δὲ οἰκονομία. ἀρχὴν δὲ ἐλάμβανεν τὸ παρὰ θεῷ ἀπηρτισμένον· ἔνθεν τὰ πάντα συνεκινεῖτο διὰ τὸ μελετᾶσθαι θανάτου κατάλυσιν.

XX. Στήκετε, ἀδελφοί, ἑδραῖοι ἐν τῇ πίστει Ἰησοῦ Χριστοῦ καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει. πάντες ἐν χάριτι ἐξ ὀνόματος συναθροίζεσθε κοινῇ, ἐν μιᾷ πίστει θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ. τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ τοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, κατὰ σάρκα δὲ ἐκ γένους Δαυίδ, ἐφοδηγούμενοι ὑπὸ τοῦ παρακλήτου·