Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. ὁ γὰρ τοῦ θεοῦ υἱός, ὁ πρὸ αἰώνων γεννηθεὶς καὶ τὰ πάντα γνώμῃ τοῦ πατρὸς συστησάμενος, οὗτος ἐκυοφορήθη ἐκ Μαρίας κατ’ οἰκονομίαν, ἐκ σπέρματος μὲν Δαυίδ, πνεύματος δὲ ἁγίου. ἰδοὺ γάρ, φησίν, ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ

τέξεται υἱόν, καὶ κληθήσεται Ἐμμανουήλ. οὗτος ἐγεννήθη, ἐβαπτίσθη ὑπὸ Ἰωάννου, ἵνα πιστοποιήσηται τὴν διάταξιν τὴν ἐγχειρισθεῖσαν τῷ προφήτῃ.

XIX. Καὶ ἔλαθεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ κυρίου· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ ἐπράχθη, ἡμῖν δὲ ἐφανερώθη.