Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

XV. Ἄμεινόν ἐστι σιωπᾶν καὶ εἶναι, ἢ λαλεῖν καὶ μῆ εἶναι. οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ’ ἐν δυνάμει· καρδίᾳ πιστεύεται, στόματι δὲ ὁμολογεῖναι, τῇ μὲν εἰς δικαιοσύνην, τῷ δὲ εἰς σωτηρίαν καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας ἐν τῇ βασιλείᾳ.

2. ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος πρῶτον ἐποίησεν, καὶ τότε ἐδίδαξεν, ὡς μαρτυρεῖ Λουκᾶς, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν.

3. οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν ἐγγὺς αὐτῷ ἐστιν. πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὧμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεός. Χριστὸς ἐν ἡμῖν λαλείτω, ὡς καὶ ἐν Παύλῳ. τὸ πνεῦμα τὸ ἅγιον διδασκέτω ἡμᾶς τὰ Χριστοῦ φθέγγεσθαι παραπλησίως αὐτῷ.

XVI. Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

2. εἰ δὲ οἱ τοὺς ἀνθρωπίνους οἴκους διαφθείροντες θανάτῳ καταδικάζονται, πόσῳ μᾶλλον οἱ τὴν Χριστοῦ διδασκαλίαν νοθεύειν ἐπιχειροῦννίαν τίσουσι δίκην, ὑπὲρ ἧς σταυρὸν καὶ θάνατον ὑπέμεινεν ὁ κύριος Ἰησοῦς ὁ τοῦ θεοῦ μονογενής υἱός, οὗ τὴν διδασκαλίαν ὁ ἀθετήσας

λιπανθεὶς καὶ παχυνθεὶς εἰς γέενναν χωρήσει;

3. ὁμοίως δὲ καὶ πᾶς ἄνθρωπος ὁ τὸ διακρίνειν παρὰ θεοῦ εἰληφὼς κολασθήσεται, ἀπείρῳ ποιμένι ἐξακολουθήσας καὶ ψευδῆ δόξαν ὡς ἀληθῆ δεξάμενος. τίς κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Βελίαρ, ἢ τίς μερὶς πιστοῦ πρὸς ἄπιστον ἢ ναῷ θεοῦ μετὰ εἰδώλων; φημὶ δὲ κἀγώ· τίς κοινωνία ἀληθείας πρὸς ψεῦδος ἢ δικαιοσύνης πρὸς ἀδικίαν ἢ δόξης πρὸς ψευδοδοξίαν;