Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
X. Καὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδιαλείπτως προσεύχεσθε· ἔστιν γὰρ αὐτοῖς ἐλπὶς μετανοίας, ἵνα θεοῦ τύχωσιν. μὴ ὁ πίπτων γὰρ οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιτρέψατε οὖν αὐτοῖς μαθητευθῆναι ὑμῖν. γίνεσθε οὖν διάκονοι θεοῦ καὶ στόμα Χριστοῦ· λέγει γὰρ ὁ κύριος· Ἐὰν ἐξαγάγητε ἐξ ἀναξίου τίμιον, ὡς στόμα μου ἔσεσθε.
2. γίνεσθε πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς ταπεινόφρονες. ἀντιτάξατε πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς ἐκτενεῖς εὐχᾶς, αὐτῶν πλανωμένων στήκετε ὑμεῖς ἐν τῇ πίστει ἑδραῖοι, νικήσατε τὸ ἄγριον ἦθος ἐν ἡμερότητι, τὸ ὀργίλον ἐν πραότητι. μακάριοι γὰρ οἱ πραεῖς, καὶ Μωσῆς πρᾶος παρὰ πάντας ἀνθρώπους, καὶ Δαυὶδ πρᾶος σφόδρα· διὸ παραινεῖ Παῦλος, δοῦλον λέγων κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’
ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους.