Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ἴσχυε οὖν, ὦ Ἥρων, ἡρωϊκῶς καὶ ἀνδρικῶς· σὺ γὰρ εἰσάξεις ἀπὸ τοῦ νῦν καὶ ἐξάξεις τὸν λαὸν κυρίου τὸν ἐν Ἀντιοχείᾳ, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν.
IX. Ἄσπασαι Κασσιανὸν τὸν ξένον μου καὶ τὴν σεμνοτάτην αὐτοῦ ὁμόζυγον καὶ τὰ φίλτατα αὐτῶν παιδία· οἷς δώσει ὁ θεὸς εὑρεῖν ἔλεον παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ τῆς εἰς ἡμᾶς διακονίας· οὓς καὶ παρατίθημί σοι ἐν Χριστῷ.
2. ἄσπασαι τοὺς ἐν Λαοδικείᾳ πιστοὺς ἅπαντας κατ’ ὄνομα ἐν Χριστῷ. τῶν ἐν Ταρσῷ μὴ ἀμέλει, ἀλλὰ συνεχέστερον αὐτοὺς ἐπίβλεπε, ἐπιστηρίζων αὐτοὺς τῷ εὐαγγελίῳ.