Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ἀντίψυχόν σου γενοίμην ἐγώ, ὅτι φιλεῖς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος· διὸ καὶ αὐτὸς ἐρεῖ σοι· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην.
IV. Ἐπέρχεται δέ μοι λέγειν, ὅτι ἀληθινὸς ὁ λόγος, ὃν ἤκουον περί σου, ἔτι οὔσης σου ἐν τῇ Ῥώμῃ παρὰ τῷ μακαρίῳ πάπᾳ Ἀνεγκλήτῳ, ὃν διεδέξατο τὰ νῦν ὁ ἀξιομακάριστος Κλήμης, ὁ Πέτρου καὶ Παύλου ἀκουστής. καὶ νῦν προσέθηκας ἐπ’ αὐτῷ ἑκατονταπλασίως, καὶ προσθείης γε ἔτι, ὦ αὕτη.
2. σφόδρα ἐπεθύμουν
ἐλθεῖν πρὸς ὑμᾶς, ὥστε συναναπαύσασθαι ὑμῖν. ἀλλ’ οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ· ἐπέχει γάρ μου τὴν πρόθεσιν, οὐ συγχωροῦσα εἰς πέρας ἐλθεῖν ἡ στρατιωτικὴ φρουρά· ἀλλ’ οὔτε ἐν οἰς εἰμι δρᾶν τι ἢ παθεῖν οἷός τε ἐγώ.3. διὸ δεύτερον τῆς ἐν φίλοις παραμυθίας τὸ γράμμα λογιζόμενος κατασπάζομαι τὴν ἱεράν σου ψυχήν, παρακαλῶν προσθεῖναι τῷ τόνῳ· ὁ γὰρ παρὼν πόνος ὀλίγος, ὁ δὲ προσδοκώμενος μισθὸς πολύς.