Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
παρακαλῶ σε ἐν χάριτι ᾗ ἐνδέδυσαι, προσθεῖναι τῷ δρόμῳ σου καὶ πάντας παρακαλεῖν, ἵνα σώζωνται. ἐκδίκει σου τὸν τόπον ἐν πάσῃ ἐπιμελείᾳ σαρκικῇ τε καὶ πνευματικῇ. τῆς ἑνώσεως φρόντιζε, ἧς οὐδὲν ἄμεινον, πάντας βάσταζε, ὡς καὶ σὲ ὁ κύριος: πάντων [*](Eph. 4, 2) ἀνέχου ἐν ἀγάπῃ, ὥσπερ καὶ ποιεῖς.
προσευχαῖς σχόλαζε ἀδιαλείπτοις: αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις: γρηγόρει ἀκοίμητον πνεῦμα κεκτημένος. τοῖς κατ̓ ἄνδρα κατὰ ὁμοήθειαν [*](Mt. 3, 17) θεοῦ λάλει: πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ἀθλητής. ὅπου πλείων κόπος, πολὺ κέρδος.
Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔστιν: μᾶλλον τοὺς λοιμοτέρους ἐν πραότητι ὑπότασσε. οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται. τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε. [*](Mt. 10, 16)