Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
ἐφάνη μοι οὖν θεοῦ [*](qeou= BLA, om. Gg.) ἄξιον πρᾶγμα, πέμψαι τινὰ τῶν ὑμετέρων μετ̓ ἐπιστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος [*](Phll. 3. 15) ἤδη ἐτύγχανον [*](e)/tuxon B.) τῇ προσευχῇ ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε. θέλουσιν γὰρ ὑμῖν εὖ πράσσειν θεὸς ἕτοιμος εἰς τὸ παρέχειν. [*](pare/xein B, parasxei=n Gg.)
Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου, [*](*bo/rrou *b; the spelling of this varies considerably both here and in Eph. ii, 1, and Philad. xi, 2. It is possiblo that *bo/rros, shich has some support in L is really right.) ὅν ἀπεστείλατε μετ̓ ἐμοῦ ἅμα Ἐφεσίοις, τοῖς ἀδελφοῖς ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἀμείψεται αὐτὸν ἡ χάρις κατὰ πάντα.
ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον καὶ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς συνδούλους μου διακόνους καὶ τοὺς κατ̓ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ