Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν ἐν σαρκί, ἀφ̓ οὖ καρποῦ ἡμεῖς ἀπὸ τοῦ θεομακαρίστου [*](Is. 6, 26 (11, 12; 49, 22; 62, 10)) αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἴτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, [*](Epb. 2, 16) ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ.
Ταῦτα γὰρ πάντα ἔπαθεν δἰ ἡμᾶς, ἵνα σωθῶμεν: [*](i(/na swqw=men om. O.) καὶ ἀληθῶς ἔπαθεν, ὡς καὶ ἀληθῶς ἀνέστησεν ἑαυτόν, οὐχ ὥσπερ ἄπιστοί τινες
254
λέγουσιν, τὸ δοκεῖν αὐτὸν πεπονθέναι, αὐτοὶ το δοκεῖν ὄντες: καὶ καθὼς φρονοῦσιν, καὶ συμβήσεται αὐτοῖς, οὖσιν ἀσωμάτοις καὶ δαιμονικοῖς.