Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν, ἐν ᾦ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἑνότητι Ἰησοῦ
244
Χριστοῦ ὄντες, ἀξιαγαπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι καὶ συνηριθμημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος. Ἐὰν δέ τις ἰουδαϊσμὸν ἑρμηνεύῃ ὑμῖν, μὴ ἀκούετε αὐτοῦ. ἄμεινον γάρ ἐστιν παρὰ ἀνδρὸς περιτομὴν ἔχοντος χριστιανισμὸν ἀκούειν, ἢ παρὰ ἀκροβύστου ἰουδαῖσμόν. ἐὰν δὲ ἀμφότεροι περὶ Ἰησοῦ Χριστοῦ μὴ λαλῶσιν, οὗτοι ἐμοὶ στῆλαί εἰσιν καὶ τάφοι νεκρῶν, ἐφ̓ οἷς γέγραπται μόνον ὀνόματα ἀνθρώπων.