Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

ὑπέρθεσθε οὖν τὴν κακὴν [*](I Cor. 6, 7) ζύμην, τὴν παλαιωθεῖσαν καὶ ἐνοξίσασαν, καὶ μεταβάλεσθε εἰς νέαν ζύμην, ὅ ἐστιν Ἰησοῦς Χριστός. ἁλίσθητε ἐν αὐτῷ, ἵνα μὴ διαφθαρῇ τις ἐν ὑμῖν, ἐπεὶ ἀπὸ τῆς ὀσμῆς ἐλεγχθήσεσθε.

ἄτοπόν ἐστιν, Ἰησοῦν Χριστὸν λαλεῖν καὶ ἰουδαΐζειν. ὁ γὰρ Χριστιανισμὸς οὐκ εἰς Ἰουδαῖσμὸν ἐπίστευσεν, ἀλλ̓ Ἰουδαϊσμὸς εἰς Χριστιανισμόν, [*](Is. 66, 13)[*](w(=| S, w(s GL, ei)s o)/n g (A).) πᾶσα γλῶσσα πιστεύσασα εἰς θεὸν συνήχθη.

208