Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν [*](I Cor. 8, 16) ἐγγὺς αὐτῷ ἐστιν. πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὦμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεὸς ἡμῶν: [*](e)n h(mw=n qeo\s h(mw=n GL, e)n h(mi=n qeo/s Sg, qeo\s h(mw=n A.) ὅπερ καὶ ἔστιν καὶ φανήσεται πρὸ προσώπου ἡμῶν, ἐξ ὦν δικαίως ἀγαπῶμεν αὐτόν.
190
[*](I Cor. 6, 9. 10; cf. Rph. 5, 5)
Μὴ πλανᾶσθε, ἀδελφοί μου: οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.