Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
οὐδεὶς πίστιν ἐπαγγελλόμενος [*](Mt. 12, 33) ἁμαρτάνει, οὐδὲ ἀγάπην κεκτημένος μισεῖ. φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ. οὕτως οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι δἰ ὧν πράσσουσιν ὀφθήσονται. οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον, ἀλλ̓ ἐν δυνάμει πίστεως ἐάν τις εὑρεθῇ εἰς τέλος.
Ἄμεινόν ἐστιν σιωπᾶν καὶ εἶναι, ἦ λαλοῦντα μὴ εἶναι. καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. εἶς [*](Ps. 33, 9; 143, 5; Judith 10, 14) οὖν διδάσκαλος, ὃς εἶπεν, καὶ ἐγένετο: καὶ ἃ σιγῶν δὲ πεποίηκεν ἄξια τοῦ πατρός ἐστιν.