Epistles
Ignatius of Antioch
Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.
ἀδελφοὶ αὐτῶν εὑρεθῶμεν τῇ ἐπιεικείᾳ: μιμηταὶ δὲ τοῦ κυρίου σπουδάζωμεν εἶναι, τίς πλέον ἀδικηθῇ, τίς ἀποστερηθῇ, τίς ἀθετηθῇ: ἵνα μὴ τοῦ διαβόλου βοτάνη τις εὑρεθῇ ἐν ὑμῖν, ἀλλ̓ ἐν πάσῃ ἁγνείᾳ καὶ σωφροσύνῃ μένητε [*](G reads me/nete, but remain. ) ἐν Ἰησοῦ Χριστῷ σαρκικῶς καὶ πνευματικῶς.
Ἔσχατοι καιροί. λοιπὸν αἰσχυνθῶμεν, φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ θεοῦ, ἵνα μὴ ἡμῖν εἰς
186
κρίμα γένηται. ἦ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἦ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν, ἒν τῶν δύο: μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῆναι εἰς τὸ ἀληθινὸν ζῆν.