In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Ὅταν δὲ ὁ Ὑδροχόος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας Ϛ΄ ἕως Ὑδροχόου α΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ζ΄ καὶ κ΄ ἕως Τοξότου ζ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνα- τέλλει ὁ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός.
Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ ἐν τῇ κεφαλῇ τοῦ Βοώτου, ἔσχατος δὲ τοῦ Τοξότου ὁ βορειό- τερος τῶν ἐν τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον τρεῖς ἐπʼ εὐθείας ἀκατονόμαστοι, καὶ τοῦ Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.
Ἀνατέλλει δὲ ὁ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.
[*](5. ἄκρας τῆς] ἄκρας om. L2, τῆς ἄκρας τῆς B edd. | τοῦ ἐν ἄκρᾳ τῇ β. χ. leg. esse vid. | βορείου AL2. ‖ 9. ἀπʼ ἄρκτου P1P2. ἀπὸ ἄρκτου B edd. ‖ 10. τοῖς*] τῶν vulg.; τῷ vel τοῖς coni. cal. 11. ἡμίσει] ἡμισείᾳ L2, ?? B ed. pr. ‖ 14. μοίρας Ϛ΄] γ΄ (om. μοίρας) A, μοίρας τρίτης L2, μ⁰ ϛ΄ B edd. ‖ 15. μιᾶς καὶ κ΄ AL2)Ὅταν δὲ οἱ Ἰγθύες ἀνατέλλωσι, συνανατέλλει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ζ΄ ἕως Κριοῦ ιϚ΄· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας Ϛ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω μοίρας θ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατος δὲ ὁ ἐν τῷ Συνδέσμῳ τῶν λίνων.
Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ μηροῦ, καὶ τοῦ Σκορπίου ὁ ἀπʼ ἄρκτων παρακείμενος τοῖς ἐν τῷ κέντρῳ· ὁ δὲ ἐν τῇ κεφαλῇ τοῦ Ἐνγόνασιν ὑπολείπεται τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς γόνασιν [αὐτοῦ], καὶ τοῦ Ὄρνιθος ὁ ἐν τῷ λάρυγγι καὶ ὁ ἐν τῷ ἀγκῶνι τῆς δεξιᾶς πτέρυγος.
Ἀνατέλλουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ δεκάτῳ μέρει.
Τῷ δὲ Κριῷ συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ιθ΄ μέσης ἕως Κριοῦ α΄ καὶ κ΄· μεσου- ρανεῖ δὲ ἀπὸ Τοξότου μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τοῦ ἐμπροσθίου ποδός, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ.
Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈πρῶτος μὲν〉 τῆς τε Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, καὶ τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, ὡς δύο μέρη πήχεως προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Ὑδροχόου ὁ ἑπόμενος τῶν ἐν τῇ [*](4. μέσης om. B edd. | μοίρας θ΄] θ΄ μοῑ A, μοίρας θ ης L2, 5. νοτιωτέρου*] νοτίου vulg. ‖ 7. πρῶτος L2, πρῶτον Vat, ᾱ P1P2, α΄ B edd. ‖ 10. ἀπολείπεται L2. ‖ 11. ἔσχατος L2, ἔσχατον cett. ‖ 14. ὁ ἐν] τοῦ ἐν B edd.; τοῦ ἀετοῦ ὁ ἐν coni.)
Ἀνατέλλει δὲ ὁ Κριὸς ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ πεμπτη- μορίοις.
Τοῦ δὲ Ταύρου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζ΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας β΄ καὶ κ΄ μέσης ἕως Ὑδροχόου θ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ δεξιῷ κέρατι.
Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, ἔσχατος δὲ τοῦ Κηφέως ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν καὶ ὁ δεξιὸς αὐτοῦ πούς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ ὁ μέσος τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.
Ἀνατέλλει δὲ ὁ Ταῦρος ἐν ὥρᾳ μιᾷ καὶ ὀγδόῳ μέρει.
Τῶν δὲ Διδύμων ἀνατελλόντων συνανατέλλει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας β΄ μέσης ἕως Διδύμων λ΄· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας ια μέσης ἕως Ἰχθύων θ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ ἡγουμένου Διδύμου, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπο- μένου Διδύμου.
Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Κηφέως ὁ ἐν τῷ σώματι λαμπρός, καὶ τοῦ Ὑδρο- χόου ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός, καὶ τοῦ Νοτίου Ἰχθύος ὁ ἐν τῷ ῥύγχει λαμπρός· ἔσχατος δὲ μεσου- [*](1. Αἰγόκερω om. cum lacuna octo fere litterarum B. 6. ἀπὸ τοῦ Τ. L2. ‖ 7. αἰγοκέρωτος B edd. | μοίρας om. AL2.)
Ἀνατέλλουσι δὲ οἱ Δίδυμοι ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τρίτῳ μέρει.
Πάλιν δὲ τοῦ μὲν Καρκίνου δύνοντος συγκατα- δύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Καρκίνου κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιζ΄ ἕως Σκορπίου ιβ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς 〈νοτίοις〉 ποσὶ τοῦ Καρκίνου ἐκφανὴς καὶ ἐπʼ εὐθείας κείμενος τοῖς πρὸς δύσιν [τοῖς νοτιωτέροις] τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν τῷ Καρκίνῳ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ τοῦ Καρκίνου.
Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων 〈ἐν μὲν τῇ ἀρχῇ〉 τοῦ τε Βοώτου ὁ δεξιὸς πούς, καὶ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός· ἔσχατον δὲ μεσου- ρανοῦσι τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ δεξιῷ βραχίονι, τρίτος ὢν ἀπὸ τοῦ δεξιοῦ ὤμου, καὶ τοῦ Σκορπίου ὁ τρίτος καὶ ὁ τέταρτος καὶ ὁ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος.
Δύνει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτη- μορίοις.
Τοῦ δὲ Λέοντος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας α΄ καὶ κ΄ μέσης ἕως Παρθένου μοίρας ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιγ΄ ἕως Τοξότου α΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τοῦ Λέοντος ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.
[*](3. ἡμίσει] ἡμισείᾳ L2, ?? B edd. ‖ 4 Reliqua parte folii, ubi haec desinunt, vacua relicta in recenti folio sequentra)Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τοῦ τε Ἐνγόνασιν ὁ δεξιὸς πούς, καὶ τοῦ Ὀφιούχου τὸ ἀριστερὸν γόνυ, ὡς ἡμιπήχιον ὑπο- λειπόμενον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Σκορπίου ὁ πρῶτος σφόνδυλος· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Δράκοντος ὁ βορειότερος κρόταφος, καὶ τοῦ Τοξότου ὁ ἐν μέσῳ τῷ νώτῳ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.
Δύνει δὲ ὁ Λέων ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.
Τῆς δὲ Παρθένου δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ζ΄ καὶ κ΄ μοίρας ἕως Χηλῶν ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ια΄ ἕως Αἰγόκερω ιϚ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ ὁ ἐν τῷ βορείῳ ποδί.
Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε 〈Ὄφεως, ὃν ἔχει ὁ〉 Ὀφιοῦχος, ὁ δεύτερος ἀπʼ ἄκρας τῆς οὐρᾶς, καὶ τοῦ Τοξότου τῶν ἐν τῷ τετραπλεύρῳ ὁ ἡγούμενος τῶν ἀμαυροτέρων ἀντιγωνίων· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, καὶ τοῦ Δελφῖνος τῶν ἐν τῷ ῥόμβῳ ὁ νοτιώτερος τῶν ἑπομένων.
Δύνει δὲ ἡ Παρθένος ἐν ὥραις δυσὶ καὶ 〈τρίτῳ καὶ〉 πέμπτῳ μέρει.
Ὅταν δὲ αἱ Χηλαὶ δύνωσι, συγκαταδύνει μὲν αὐταῖς ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιζ΄ μέσης ἕως Σκορπίου μοίρας ιε΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ι΄ ἕως Αἰγόκερω μοίρας η΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός, ἔσχατος δὲ ὁ ἐν μέσῃ τῇ βορείᾳ χηλῇ.
[*](1. μὲν om. L2. ‖ 5. πρῶτος Vat. L2, α΄ cett. (ᾱ ος P1P2). | ἔσχατοι L2. ‖ 11. μοίρας om. AL2. | Χηλῶν Ϛ΄ καὶ κ΄*] χηλῶν)Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ νοτιώτατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ἔσχατον δὲ ὁ ἐν τῷ στόματι τοῦ Ἵππου λαμπρός.
Δύνουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει.
Τοῦ δὲ Σκορπίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιγ΄ μέσης ἕως Σκορπίου μοίρας Ϛ΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ζ΄ μέσης ἕως Αἰγόκερω β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐπὶ τοῦ τρίτου σφονδύλου κείμενος, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ μετώπῳ.
Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ μέσος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὑπολειπόμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γόνασιν· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως.
Δύνει δὲ ὁ Σκορπίος ἐν ὥρᾳ μιᾷ.
Τοῦ δὲ Τοξότου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως Τοξότου ζ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας κ΄ ἕως Ἰχθύων ε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ λαμπρὸς ὁ ἐν τῷ ἐμπροσθίῳ ποδί, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἐφαπτίδι.
Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κηφέως ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, καὶ τοῦ Ὄρνιθος ὁ ἐν τῷ ἀγκῶνι τῆς ἀριστερᾶς πτέρυγος, καὶ [*](2. νοτιώτατος*] βορειότατος vulg. ‖ 3. ἔσχατος L2. ‖ 5. τε- τάρτῳ L2, δ΄ cett ‖ 8. μοίρας om AL2. | αἰγοκέρωτος AL2.)
Δύνει δὲ ὁ Τοξότης ἐν ὥραις τρισί.
Τοῦ δὲ Αἰγόκερω δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας β΄ ἕως Αἰγόκερω μοίρας δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ια΄ μέσης ἕως Κριοῦ θ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τοῖς γονατίοις, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ.
Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Κασσιεπείας ὁ ἀμαυρότερος τῶν ἐν τῷ δίφρῳ, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότερος τῶν ἐν τῷ στήθει· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Περσέως ὁ ἀριστερὸς ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως 〈καὶ τοῦ Κήτους ὁ ἐπὶ τῆς λοφίας〉.
Δύνει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.
Τοῦ δὲ Ὑδροχόου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιη΄ μέσης ἕως Ὑδρο- χόου ιε΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γ΄ ἕως Ταύρου ζ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κάλπιδι.
Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδὴς ὤν, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, μικρὸν προηγού- μενος τοῦ μεσημβρινοῦ, ὁμοίως δὲ καὶ τοῦ Κριοῦ ὁ [*](1. νότῳ AL2. ‖ 2. ἔσχατοι L2. ‖ 5 τρισί L2, γ΄ cett. 6. αἰγοκέρωτος AL2. ‖ 8. μοίρας om. AL hic et infra. ‖ 15. ἔσχα-)
Δύνει δὲ ὁ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει.
Τῶν δὲ Ἰχθύων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας γ΄ καὶ κ΄ ἕως Κριοῦ μοίρας ε΄· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιζ΄ ἕως Καρκίνου Ϛ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει 〈τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατοι δὲ οἱ ἐν ἄκρῳ τῴ ῥύγχει〉 τοῦ βορειοτέρου Ἰχθύος.
Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ταύρου ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ κέρατος, καὶ τοῦ Ἡνιόχου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι, καὶ τοῦ Καρκίνου τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν αὐτῷ κειμένων τεσσάρων οἱ δύο πρὸς δύσιν, καὶ τοῦ Καρκίνου ὁ ἐν τοῖς νοτίοις ποσί.
Δύνουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ ἡμιωρίῳ.
Τοῦ δὲ Κριοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας θ΄ καὶ κ΄ ἕως Κριοῦ μοίρας Ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας θ΄ καὶ κ΄ ἕως Καρκίνου θ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ.
[*](1. ἔσχατον*] ἔσχατος vulg. | τῇ ὠμοπλ. Ur., τῷ ὠμοπλ. cett. || 2. ἡμιπήχιον] πῆχυν Vat. L2, πήχυν P2, sine acc. P1. ‖ 5. ὀγ- δόῳ L2, η΄ cett. ‖ 9. μοίρας om. AL2 bis. ‖ 10. Καρκίνου Ϛ΄] κριοῦ ϛ΄ AL2. | δύνει δὲ πρῶτος μὲν ἀστὴρ A (P1P2 ᾱ) L2. ‖)Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κυνὸς ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον ὑπολειπό- μενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Πηδαλίου ὁ ἐν μέσῃ τῇ νοτίᾳ πλευρᾷ, ἔσχατον δὲ τῆς τε Ἄρκτου ὁ ἡγού- μενος τῶν ἐν τοῖς ὀπισθίοις ποσίν, ὡς ἡμιπήχιον προ- ηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λέοντος τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει λαμπρῶν ὁ τρίτος ἀπʼ ἄρκτων, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.
Δύνει δὲ ὁ Κριὸς ἐν ὥραις δυσί.
Τοῦ δὲ Ταύρου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας κ΄ ἕως Ταύρου μοίρας ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας β΄ καὶ κ΄ μέσης ἕως Παρθένου ζ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι.
Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὕδρου ὁ νοτιώτατος τῶν ἐν τῷ τραχήλῳ τριῶν [ἔγγιστα] τῶν ἀπʼ ἄρκτου κειμένων τοῦ λαμπροῦ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Παρθένου ὁ ἐν μέσῃ τῇ ἀριστερᾷ πτέρυγι, μικρὸν προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ τοῦ Κόρακος ὁ ἐν μέσῳ τῷ σώματι μικρός.
Δύνει δὲ ὁ Ταῦρος ἐν ὥραις τρισί.
Τῶν δὲ Διδύμων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας δ΄ ἕως Καρκίνου β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας ιζ΄ ἕως Χηλῶν β΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ καλούμενος Πρόπους, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπομένου Διδύμου.
[*](4. νοτίῳ AL2. | ἔσχατοι δὲ μεσουρανοῦσι L2. | τῆς τε ὁ ἄρκτου ὁ A. ‖ 7. ὁ om. A. ‖ 11. κ΄] κε΄ A, εἰκ. πέμπτης L2. |)Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ ὅ τε Προτρυγητὴρ καὶ τῆς Παρθένου ὁ δεξιὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανεῖ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπρός, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.
Δύνουσι δὲ οἱ Δίδυμοι ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.
Χωρὶς δὲ τῆς ἐν ταῖς συνανατολαῖς καὶ ⟨συγκατα-⟩ δύσεσι θεωρίας εὔχρηστον εἶναι νομίζω καὶ τὸ παρα- κολουθεῖν ἡμᾶς, τίνες τῶν ἀπλανῶν ἀστέρων ἀπέχουσιν ἀπʼ ἀλλήλων κατὰ τὸ ἑξῆς ὡριαῖα ἰσημερινὰ διαστήματα. τοῦτο γὰρ ἡμῖν εὔχρηστόν ἐστι πρός τε τὸ τὴν ὥραν τῆς νυκτὸς ἀκριβῶς συλλογίζεσθαι καὶ πρὸς τὸ τοὺς ἐκλειπτικοὺς τῆς σελήνης χρόνους καὶ ἕτερα πλείονα κατανοεῖν τῶν ἐν ἀστρολογίᾳ θεωρημάτων.