In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
ὁ δὲ Εὔδοξος γράφει οὕτως· „ὅταν ὁ Κριὸς ἀνατέλλῃ, „τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύλακος οἱ πόδες „δύνουσι, τῶν δὲ πρὸς νότον τοῦ Θηρίου τὸ λοιπόν.“ ἐν δὲ τῇ ἀρχῇ τοῦ περὶ τῶν ἀνατολῶν λόγου διελθών, ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς ἐστιν ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν· „ὅταν δʼ ὁ Καρκίνος „ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει, „τῶν δὲ πρὸς νότον ὁ Λαγωός, καὶ τοῦ Κυνὸς τὰ „ἐμπρόσθια, καὶ ὁ Προκύων, καὶ τοῦ Ὕδρου ἡ κεφαλή· „δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους ἡ τοῦ Ἀρκτοφύλακος „κεφαλή δῆλον οὖν ὅτι καὶ κατὰ τὸν Εὔδοξον τὰ μὲν πρῶτα μέρη τοῦ Ἀρκτοφύλακος ἀντικαταδύνει τῷ Κριῷ, τὰ δὲ ἔσχατα τῷ Καρκίνῳ.
Οὔτε δὲ τέσσαρσι ζῳδίοις ὁ Ἀρκτοφύλαξ ἀντικατα- δύνει, ὡς οὗτοί φασιν, ἀλλὰ δυσὶ μόνον καὶ ἔλασσον ἢ ἡμίσει· οὔτε Κριῷ ἄρχεται ἀντικαταδύνειν, ἀλλὰ τὴν μὲν ἀρχὴν ποιεῖται τῆς δύσεως ἀνατελλούσης 〈τῆς〉 Ϛ΄ μοίρας τοῦ Ταύρου, ὅλος δὲ δύνει, πλὴν τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ ἀγκῶνος, ἀνατελλούσης [*](4. εἰ ἢ πολὺς P1, εἰ ηπολυς LV, εἰ ὑπολὺς M. || 5. μεῖον B. | ἡμάτιος vulg. | ἐπιπλέον LP3M. || 6. μοίραι σάμυδις L (sed ά ex ἅ) P3, ἅμυδις AV edd.; ἤδη ad ἅμ. adnotat Pet. || 8. οὕτω A. | ἀνατέλλῃ*] δύνῃ vulg. || 14. οὐθὲν] ὅθεν A. || 15. λαγὼς A. |)
〈μέσης〉 τῆς ιθ΄ μοίρας τοῦ Καρκίνου. διαληπτέον δέ, ὅτι περὶ τοῦ Ἀρκτοφύλακος ὁ Ἄρατος συμφώνως λέγει τοῖς φαινομένοις, εἰ καὶ ὅλως ἠγνόηται τὸ τέσσαρσι ζῳδίοις αὐτὸν ἀντικαταδύνειν· τοῦ γὰρ Κριοῦ ἀνατεταλκότος καὶ τῷ Ταύρῳ καὶ τοῖς Διδύμοις 〈λέγει αὐτὸν ἀντικαταδύνειν〉· τοῦ δὲ Καρκίνου ἀρχο- μένου ἀνατέλλειν, ὅς ἐστι λοιπὸς τῶν τεσσάρων ζῳδίων, οἷς ἀντικαταδύνει καὶ κατʼ αὐτὸν ὁ Ἀρκτοφύλαξ, εὐλόγως αὐτός φησι, μηκέτι πολὺ αὐτοῦ καὶ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ὑπὸ τοῦ ὁρίζοντος ἀπολαμβάνεσθαι, καθάπερ καὶ ἐγίνετο τῶν Διδύμων ἀνατελλόντων, ἀλλὰ τὸ μὲν πλεῖον ὑπὸ γῆν 〈εἶναι〉, τὸ δὲ ἔλασσον ὑπὲρ γῆν φαίνεσθαι· τὸ μὲν γὰρ „ἠμάτιον“ σημαίνει τὸ ὑπὲρ γῆν τοῦ κόσμου, τὸ δὲ „ἔννυχον τὸ ὑπὸ γῆν.
φανερὸν δὲ τοῦτο διὰ πλειόνων αὐτὸς ποιεῖ, καθάπερ εὐθέως ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως·
τὰ μέντοι γε ἐπιφερόμενα οὐδὲν ἔτι πρὸς αὐτὴν τὴν δύσιν αὐτοῦ τείνοντα λέγει, ἀλλʼ ὡς συμβεβηκὸς αὐτῷ·
ἐπʼ Αρκτούρῳ λέγονται. ὁ δὲ ὅλην τε τὴν ἡμέραν ὑπὲρ γῆς φέρεται διὰ τὸ τῇ Παρθένῳ αὐτὸν συνανα- τέλλειν καὶ δύνει πλείονα χρόνον ἢ τὸ ἥμισυ τῆς νυκτός, ἐπεὶ τοῖς τέσσαρσι ζῳδίοις συγκαταδύνει. ὅτι δὲ τῇ Παρθένῳ κατʼ αὐτὸν συνανατέλλει, φανερὸν ποιεῖ ἐν τούτοις·