In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

στρέφει πρὸς μεσημβρίαν καὶ δύσιν. αὐτὸς δὲ ὁ Ἄρατος τὸ Κῆτός φησι κεῖσθαι

  • βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
  • δῆλον οὖν ὅτι τοὺς ὑπὸ τῷ Λαγωῷ ἀστέρας δεῖ κεῖσθαι

    μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου. καὶ Εὔδοξος δέ, ὡς ἡμεῖς φαμεν, οὕτω λέγει, ἐν μὲν τῷ ἑνὶ συν- τάγματι τὸν τρόπον τοῦτον· „ὑπὸ δὲ τὸ Κῆτος ὁ „Ποταμὸς κεῖται, ἀρξάμενος ἀπὸ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος· μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ πηδα- „λίου τῆς Ἀργοῦς, ὑπὸ τὸν Λαγωόν, τόπος ἐστὶν οὐ