In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἀγνοεῖ δὲ ὁ Ἄρατος καὶ ἐν τῷ ἀστερισμῷ τῆς Ἀργοῦς· φησὶ γὰρ αὐτῆς τὸ ἀπὸ τῆς πρῴρας μέρος ἕως τοῦ ἱστοῦ ἀναστέριστον εἶναι, λέγων οὕτως·

  • καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρʼ αὐτὸν
  • ἱστὸν ἀπὸ πρῴρης φέρεται, τὰ δὲ πᾶσα φαεινή.
  • οἱ γὰρ ἐν τῇ ἀποτομῇ τοῦ πλοίου κείμενοι λαμπροὶ ἀστέρες, ὧν ὁ μὲν βορειότερος ἐν τῷ καταστρώματί ἐστιν, ὁ δὲ νοτιώτερος ἐν τῇ τρόπει, πολὺ πρὸς ἀνα- τολὰς παραλλάσσουσιν.

    Ἐν δὲ τοῖς ἐφεξῆς ὁ Ἄρατος ἐπελθὼν τὰ λοιπὰ τῶν νοτιωτέρων ἄστρων τοῦ ζῳδιακοῦ, ἐπιφέρει ταυτί·

  • οἱ δʼ ὀλίγῳ μέτρῳ, ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ
  • μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
  • γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ.
  • ἐν δὲ τούτοις παρεωρακέναι μοι δοκεῖ (οὕτως γὰρ δεῖ λέγειν), ὑπολαβὼν μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ