In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Ὅτι δὲ οὐδʼ ὁ Ὠρίων ὅλος δύνει τοῦ Σκορπίου ἀρχομένου ἀνατέλλειν, ὡς ὅ τε Ἄρατος λέγει καὶ ὁ Ἄτταλος αὐτῷ συναποφαίνεται, ἀλλὰ μᾶλλον τοῦ Τοξό-
του, φανερὸν ἂν γένοιτο διὰ τούτων. ἐν γὰρ τοῖς περὶ τὴν Ἐλλάδα τόποις 〈καὶ〉 ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδ’ Ϟ”, ἄρχεται μὲν δύνειν κατὰ τὸν ἀριστερὸν πόδα δυνούσης Ταύρου μοίρας ζʹ, ἔσχατον δὲ δύνει κατὰ τὸν δεξιὸν ὦμον δυνούσης τῆς κδʹ