In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Περὶ δὲ τῶν ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Ἄρατός φησιν οὕτως·
Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως τούτῳ ἀπο- φαίνεται. τοῦ δὲ Ποταμοῦ τὴν καμπήν φησι κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ καὶ τοῦ Κυνὸς τοὺς πόδας καὶ τὴν οὐράν. κεῖσθαι δʼ ἐπʼ αὐτοῦ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος. ἀγνοεῖ δὲ κατὰ τοῦτο· πολλῷ γὰρ νοτιώτερόν ἐστι τὸ Θηρίον τοῦ χειμερινοῦ τροπικοῦ.
Περὶ δὲ τοῦ ἰσημερινοῦ ὁ μὲν Ἄρατος οὕτως λέγει· [*](1. ἐφόσον A. || 3. ἰδία vulg. | ὁ ante Εὔδ. om. Ur. 5. ὅπερ ἐγγίζει B edd. || 8. φησιν om. B. || 9. αἰγοκέρηα B. || 11. οἱ ἔστι AB ed. pr. || 12. ἀλλὰ ὁπόσον A, ἀλλὰ ποσὶν B (σὶν in ras. L, ante ras. ἀλλὰ πόσην). || 13. ἐνδετο (sic) LM, ἔνθετο P3, ἐν θέτο ed. pr. || 18. μέσα] μὲν B. || 21. φησι om. B. || 22. καὶ τὴν)
Ἑξῆς δέ φησιν·
Ἑξῆς δέ φησιν·
Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως εἴρηκε. τῶν δὲ Χηλῶν τὰ μέσα φησὶν ἐπὶ τοῦ ἰσημερινοῦ κεῖσθαι, τοῦ δὲ Ἀετοῦ τὴν ἀριστερὰν πτέρυγα, τοῦ δὲ Ἵππου καὶ τὴν ὀσφύν, καὶ ἔτι τῶν Ἰχθύων τὸν βορειότερον
αὐτῶν. οὔτε δὲ ὁ Ἀετὸς ἐπιβάλλει τῷ ἰσημερινῷ, ὅ τε ἐπὶ τῆς ὀσφύος τοῦ Ἵππου βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον ἢ μοίραις γʹ Ϟʹʹ. ὅ γε μὴν βορειό- τερος τῶν Ἰχθύων βορειότερός ἐστι τοῦ ἰσημερινοῦ ἔγγιστα μοίραις ιʹ.
Ὁ δὲ Ἄτταλος περὶ τῶν ἐν τοῖς εἰρημένοις κύκλοις ἀστέρων τὸν μὲν κατὰ μέρος λόγον παραπέμπει, γράφει δὲ ταῦτα· „ἐν οἷς δὲ διασαφεῖ, διὰ τίνων ἀστέρων „ἕκαστος τῶν τριῶν παραλλήλων διήκει, ὅτι παρα- ,,πέμπει ὁλοσχερῶς, οὐ δυναμένων διέρχεσθαι τῶν „κύκλων διʼ ὧν φησιν ἀστέρων αὐτοὺς διήκειν, διὰ „τὸ παρηκολουθηκέναι σε διὰ τῆς διόπτρας ἐπεσκεμ-
,,μένον αὐτά, παρῆκα νῦν διασαφεῖν.“ πρῶτον μὲν οὖν ἔδει καὶ τῶν λοιπῶν χάριν τῶν φιλομαθούντων, εἴπερ παρηκολούθει, ὑποδεῖξαι, τίνες τε αὐτῶν νοτι- ώτεροι καὶ βορειότεροι ἐφαίνοντο τοῦ θερινοῦ τρο-
πικοῦ καὶ πόσῳ· ἔπειτα πρὸς τὸ αὐτὸ τοῦτο μόνον κατανοῆσαι, διότι οὐ φέρονται κύκλοι διὰ τῶν εἰρη- μένων ἀστέρων, οὐ χρεία διόπτρας· πολλῷ γὰρ τῶν μὲν νοτιωτέρων ὑπαρχόντων, τῶν δὲ βορειοτέρων, αὐτόθεν ἀναβλέψαντι φανερὸν γίνεται, διότι οὐ δυνατὸν διὰ τῶν λεγομένων ἀστέρων γραφῆναι ἢ τὸν ἰσημερινὸν ἢ παράλληλόν τινα τούτῳ κύκλον.
[*](3. δὲ Ἀετοῦ] τʼ ἀετ. A, τε ἀετ. B (L αἰετ., P ᾀετ.) edd. || 4. ὀσφῦν B edd. || 5. αἰετὸς L, ἀετὸς P3V. ||7. 8. πλεῖον — τοῦ)Χωρὶς δὲ τῶν εἰρημένων τριῶν κύκλων ὁ Εὔδοξος καὶ τοὺς ἐπὶ τοῦ ἀρκτικοῦ κύκλου κειμένους ἀστέρας διασαφεῖ. καί φησιν ἐπʼ αὐτοῦ κεῖσθαι τόν τε ἀρι- στερὸν ὦμον τοῦ Ἀρκτοφύλακος, καὶ τὰ ἄνωθεν τοῦ Στεφάνου, καὶ τὴν κεφαλὴν τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως, τῆς δὲ Λύρας καὶ τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν, τοῦ δὲ Κηφέως τὸ στῆθος, τῆς δὲ Κασσιεπείας τὰ ἄνωθεν· εἶτα ὑπὸ τοὺς ἐμπροσθίους πόδας τῆς Μεγάλης Ἄρκτου 〈μεταξὺ τῆς Ἄρκτου〉 καὶ τοῦ Λέοντος ἄχρι πρὸς τὸν ὦμον τοῦ Ἀρκτοφύλακος 〈φέρεσθαι αὐτόν.〉
〈Ὁ μὲν οὖν ἀριστερὸς ὦμος τοῦ Ἀρκτοφύλακος νοτιώτερός ἐστι τοῦ ἀεὶ φανεροῦ τοῦ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πλεῖον ἢ μοίραις δ΄. ἀπὸ γὰρ τοῦ βορείου πόλου ἀπέχει μοίρας μα΄ δ΄΄ ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἀπέχει μοίρας λζ΄. „τὰ δὲ ἄνωθεν τοῦ Στε- φάνου καὶ τῆς Λύρας ὁλοσχερέστερον εἴρηται· οὐ γὰρ συνεγγίζει ταῦτα τῷ ἀεὶ φανερῷ κύκλῳ, ἀλλʼ ἑκάτερον αὐτῶν πολλῷ νοτιώτερόν ἐστιν· ὁ μὲν γὰρ βορειότερος τῶν ἐν τῇ Λύρᾳ ἀπέχει ἀπὸ τοῦ βορείου
πόλου μοίρας μθ΄. ἡ δὲ κεφαλὴ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως βορειοτέρα μέν, ἐγγὺς δὲ τοῦ ἀεὶ φανεροῦ κύκλου φέρεται· ὁ γὰρ νοτιώτερος αὐτῶν καὶ ἐπὶ τοῦ ἀριστεροῦ κροτάφου κείμενος ἀπέχει ἀπὸ τοῦ πόλου
μοίρας λζ΄, ὅσας καὶ ὁ ἀεὶ φανερὸς κύκλος. τοῦ δὲ Κηφέως τὸ στῆθος βορειότερόν ἐστι τοῦ ἀεὶ φανεροῦ [*](7. Τῆς δὲ λύρας initium lineae post punctum B || 10. καὶ] ἀπὸ B. || 16. μ° μδ δ΄ B edd. | ἀειφάνερος, quod in ἀειφανερὸς)