The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

σὺ δὲ κατεπιθυμεῖς καθίσαι ἐκ δεξιῶν μετ̓ αὐτῶν, ἀλλὰ τὰ ὑστερήματά σου πολλά. καθαρισθήσῃ δὲ ἀπὸ τῶν ὑστερημάτων σου: καὶ πάντες [*](pa/ntes N%2, pa/ntes de\ NcA.) οἱ μὴ διψυχοῦντες καθαρισθήσονται ἀπὸ πάντων τῶν ἁμαρτημάτων εἰς ταύτην τὴν ἡμέραν.

ταῦτα εἴπασα ἤθελεν ἀπελθεῖν: πεσὼν δὲ αὐτῆς πρὸς τοὺς πόδας ἠρώτησα αὐτὴν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιδείξῃ ὃ ἐπηγγείλατο ὅραμα.

ἡ δὲ πάλιν ἐπελάβετό μου τῆς χειρὸς καὶ ἐγείρει με καὶ καθίζει ἐπὶ τὸ συμψέλιον ἐξ εὐωνύμων: ἐκαθέζετο δὲ καὶ αὐτὴ ἐκ δεξιῶν. καὶ ἐπάρασα ῥάβδον τινὰ λαμπρὰν λέγει μοι: Βλέπεις μέγα πρᾶγμα; λέγω αὐτῇ: Κυρία, οὐδὲν βλέπω. λέγει μοι: Σύ, ἰδού, οὐχ ὁρᾷς κατέναντί σου πύργον μέγαν οἰκοδομούμενον ἐπὶ ὑδάτων λίθοις τετραγώνοις λαμπροῖς;

ἐν τετραγώνῳ δὲ ᾠκοδομεῖτο ὁ πύργος ὑπὸ τῶν ἓξ [*](e(/c Nc ALE, e(ch/konta N%2.) νεανίσκων τῶν ἐληλυθότων μετ̓ αὐτῆς: ἄλαι δὲ μυριάδες ἀνδρῶν παρέφερον λίθους, οἱ μὲν ἐκ τοῦ βυθοῦ, οἱ δὲ ἐκ τῆς γῆς, καὶ ἐπεδίδουν τοῖς ἓξ [*](e(/c Nc ALE, e(ch/konta N%2.) νεανίσκοις: ἐκεῖνοι δὲ ἐλάμβανον καὶ ᾠκοδόμουν.