De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Ὑποψία Ὑφοράσεως διαφέρει. Ὑποψία μὲν γάρ ἐστι κακοῦ τινος ὑπόνοια· Ὑφόρασις δὲ, δόξα ἐπὶ τὸ χεῖρον ταχθεῖσα.

Ὑπόσχεσις Ἐπαγγελίας διαφέρει. Ὑπισχνεῖται μὲν ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων· Ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι δυνάμενος ἢ βουλόμενος.

Φλαῦρον καὶ Φαῦλον διαφέρει. Φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν· Φαῦλον δὲ, τὸ μέγα. ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν.