Ῥέφανον καὶ Ῥάφανον διαφέρει. Ῥέφανον μὲν γὰρ τὸ παρ’ ἡμῖν λεγόμενον· Ῥάφανον δὲ, ἡ κράμβη.
De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)
Philo of Byblos
Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.
Ῥεῖθρον Ῥεύματος διαφέρει. Ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος, δι’ οὗ φέρεται· Ῥεῦμα δὲ, τὸ ὕδωρ.
Σημεῖον Τέρατος διαφέρει. Σημεῖον μὲν γάρ ἐστι τὸ ἐπὶ τοῦ ἀέρος γενόμενον· Τέρας δὲ, τὸ ἐν γῇ.
Σημεῖον καὶ Τεκμήριον διαφέρει. τὸ μὲν παρῳχημένα Σημείοις πιστοῦσθαι, τὰ δὲ μέλλοντα Τεκμηρίοις.
Τεῖχος καὶ Τειχίον διαφέρει. Τεῖχος μὲν γὰρ ἐπὶ πόλεων· Τειχίον δὲ, ἐπὶ ἐπαύλεων.
Τιμωρεῖν καὶ Τιμωρεῖσθαι διαφέρει. Τιμωρεῖν μὲν γὰρ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν· Τιμωρεῖσθαι δὲ τὸν ἀδικήσαντα. Τιμωρὸς Πατρόκλου Ἀχιλλεὺς, Τιμωρεῖται δὲ Ἕκτορα.