De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Πόλις καὶ Ἄστυ διαφέρει. Πόλις μὲν τὸ οἰκοδόμημα· Ἄστυ δὲ, ἡ κατασκευὴ τῆς πόλεως.

Πάγετος μὲν τὸ κρύος· Παγετὸς δὲ, ὁ χειμών.

Πλούσιος Ἀφνειοῦ καὶ Ὀλβίου διαφέρει. Πλούσιος μὲν γὰρ ὁ πολλὴν περιουσίαν ἔχων· Ἀφνειὸς δὲ, ὁ ἀπ’ ἐνιαυτοῦ τὴν οὐσίαν συλλέγων· Ὄλβιος δέ ἐστιν, ὁ τελείαν εὐδαιμονίαν ἔχων.

Πένης καὶ Πτωχὸς διαφέρει. Πένης μὲν γὰρ ἀπὸ τοῦ ἐργάζεσθαί τι καὶ πονεῖν περὶ τὸν βίον· Πτωχὸς δὲ, ὁ ἐπαίτης.

Πολεμικὸς καὶ Αἰχμητὴς διαφέρει. Πολεμικὸς γὰρ ὁ ἔμπειρος τῶν πολέμων· Αἰχμητὴς δὲ, ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.