De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Ἐχθρὸς Πολεμίου καὶ Δυσμενοῦς διαφέρει. Ἐχθρὸς μὲν γάρ ἐστιν, ὁ πρότερον φίλος· Πολέμιος δὲ, ὁ δι’ ὅπλων χωρῶν πρὸς τοὺς πέλας· Δυσμενὴς δὲ, ὁ χρόνιον πρὸς τοὺς ποτὲ φίλους ἔχθραν διατηρῶν.

Ἐρωτᾷν καὶ Πυνθάνεσθαι διαφέρει. Πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδὲν ἐρωτῶντα· Ἐρωτᾷν δὲ, τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν.

Ἐρώτησις Πεύσεως καὶ Ἀνακρίσεως διαφέρει. Ἐρώτησις μὲν γάρ ἐστι ζήτησις ἀποκρίσεως σύντομος· Πεῦσις δὲ, μακρᾶς πράξεως ἀπαγγελία· Ἀνάκρισις δὲ, δευτέρα ἐξέτασις.