De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Γαμήλια καὶ Γαμηλία διαφέρει. Γαμήλια μὲν γὰρ τὰ τελούμενα ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ ὁ γάμος τελεῖται· Γαμηλία δὲ, ἡ εἰς τὸν χαρτοφύλακα διδομένη ἐγγραφή.

Γέρων καὶ Πρεσβύτης καὶ Προβεβηκὼς διαφέρει. Λεκτέον δὲ περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως μέχρι γήρως. Βρέφος μὲν γὰρ, τὸ γεννηθὲν ἀρτίως· Παιδίον δὲ, τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ· Παιδάριον δὲ, τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἐχόμενον· Παιδίσκος δὲ, ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ· Παῖς δὲ, ὁ διὰ τῶν ἐγκυκλίων, μαθημάτων δυνάμενος ἰέναι· μετὰ ταῦτα Ἡλικιώτης· εἶτα Ἔφηβος· ὁ δὲ μετὰ ταῦτα Μειράκιον, ἢ Μείραξ·

εἶτα Νεανίσκος, καὶ Νεανίας· ὁ δὲ τριακονταέτης, Ἀνήρ· εἶτα Προβεβηκὼς, ὃν καὶ Ὠμογέροντα καλοῦσιν· εἶτα Γέρων· εἶτα Πρεσβύτης· εἶτα Ἐσχατογέρων.

Δοῦλοι, Οἰκέται καὶ Θεράποντες διαφέρουσιν. Δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται, καὶ πάντες ὑποτεταγμένοι τῷ βασιλεῖ· Οἰκέται δὲ, οἱ ἀργυρώνητοι· θεράποντες δὲ, οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες. ὡς Ἀχιλλεὺς καὶ Πάτροκλος.

Διαβόητος καὶ Ἐπιβόητος διαφέρει. Διαβόητος μὲν γὰρ, ὁ ἐπ’ ἀρετῇ βοώμενος· Ἐπιβόητος δὲ, ὁ μοχθηρὰν ἔχων φήμην.

Διπλοῦν καὶ Διπλάσιον διαφέρει. Διπλοῦν μὲν γὰρ κατὰ τὸ μέγεθος· Διπλάσιον δὲ, κατὰ τὸν ἀριθμόν.