Βασιλεὺς καὶ Κοίρανος καὶ Ἡγεμὼν διαφέρει. Βασιλεὺς μὲν γάρ ἐστιν, ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών· Κοίρανος δὲ, ὁ πρὸς καιρία τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν· Ἡγεμὼν δὲ, ὁ τάξεως στρατιωτικῆς ἡγούμενος.
De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)
Philo of Byblos
Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.
Βίος μὲν λέγεται ἡ λογικὴ ζωή· Ζωὴ δὲ, ἡ χρῆσις τῆς
ψυχῆς. καὶ Βιοῦν ἐπὶ ἀνθρώπων μόνον λέγεται· Ζῆν δὲ, καὶ ἐπὶ ἀνθρώπων, καὶ ἐπὶ ζώων.Βλέφαρα μὲν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα· Βλεφαρίδες δὲ, αἱ ἐπὶ τῶν βλεφάρων τρίχες.
Βοῦς μὲν ὁ τέλειος· Μόσχος δὲ, ὁ νεογνός. ἀφ’ οὗ καὶ Μοσχία, ἡ νέα.
Γαμήλιον καὶ Ἐπιθαλάμιον διαφέρει. Ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα.
Γαμήλια καὶ Γαμηλία διαφέρει. Γαμήλια μὲν γὰρ τὰ τελούμενα ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ ὁ γάμος τελεῖται· Γαμηλία δὲ, ἡ εἰς τὸν χαρτοφύλακα διδομένη ἐγγραφή.
Γέρων καὶ Πρεσβύτης καὶ Προβεβηκὼς διαφέρει. Λεκτέον δὲ περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως μέχρι γήρως. Βρέφος μὲν γὰρ, τὸ γεννηθὲν ἀρτίως· Παιδίον δὲ, τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ· Παιδάριον δὲ, τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἐχόμενον· Παιδίσκος δὲ, ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ· Παῖς δὲ, ὁ διὰ τῶν ἐγκυκλίων, μαθημάτων δυνάμενος ἰέναι· μετὰ ταῦτα Ἡλικιώτης· εἶτα Ἔφηβος· ὁ δὲ μετὰ ταῦτα Μειράκιον, ἢ Μείραξ·
εἶτα Νεανίσκος, καὶ Νεανίας· ὁ δὲ τριακονταέτης, Ἀνήρ· εἶτα Προβεβηκὼς, ὃν καὶ Ὠμογέροντα καλοῦσιν· εἶτα Γέρων· εἶτα Πρεσβύτης· εἶτα Ἐσχατογέρων.Δοῦλοι, Οἰκέται καὶ Θεράποντες διαφέρουσιν. Δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται, καὶ πάντες ὑποτεταγμένοι τῷ βασιλεῖ· Οἰκέται δὲ, οἱ ἀργυρώνητοι· θεράποντες δὲ, οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες. ὡς Ἀχιλλεὺς καὶ Πάτροκλος.
Διαβόητος καὶ Ἐπιβόητος διαφέρει. Διαβόητος μὲν γὰρ, ὁ ἐπ’ ἀρετῇ βοώμενος· Ἐπιβόητος δὲ, ὁ μοχθηρὰν ἔχων φήμην.
Διπλοῦν καὶ Διπλάσιον διαφέρει. Διπλοῦν μὲν γὰρ κατὰ τὸ μέγεθος· Διπλάσιον δὲ, κατὰ τὸν ἀριθμόν.
Ἔνδοξος καὶ Ἐπίδοξος διαφέρει. ὁ μὲν γὰρ ἐπίσημος· Ἐπίδοξος δὲ, ὁ προσδοκώμενος.
Ἑταῖρος καὶ Φίλος καὶ Ξένος διαφέρει. Ἑταῖρος μὲν γὰρ, ὁ σύνεργος καὶ ἐν παντὶ συναιρόμενος· Φίλος δὲ, ὁ ἀπὸ συμποσίου γεγονώς· Ξένος δὲ, ὁ ἀπὸ ξενιτείας φίλος.
Ἔκγονος καὶ Ἀπόγονος διαφέρει. Ἔκγονος μὲν γὰρ ὁ υἱός· Ἀπόγονος δὲ, ὁ τοῦ υἱοῦ υἱός.
Ἐπίκουροι καὶ Βοηθοὶ διαφέρουσιν. Ἐπίκουροι μὲν γὰρ εἰσὶν οἱ τοῖς πολεμουμένοις ἐπικουροῦντες, ὡς τοῖς Τρωσίν· Βοηθοὶ δὲ, οἱ σύμμαχοι τῶν πολεμούντων, ὡς τῶν Ἑλλήνων.
Ἕρκος καὶ Ἑρκίον διαφέρει. Ἕρκος ἐπὶ πόλεων· Ἑρκίον ἐπὶ ἐπαύλεων.