Αὖθις, καὶ Αὖθι χωρὶς τοῦ ς, διαφέρει. Αὖθις μὲν γὰρ τὸ πάλιν, ἢ μετὰ ταῦτα· Αὖθι δὲ, τὸ αὐτόθι.
De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)
Philo of Byblos
Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.
Ἀῤῥωδεῖν καὶ Ὀῤῥωδεῖν διαφέρει. τὸ μὲν γὰρ Ὀῤῥωδεῖν σημαίνει τὸ εὐλαβεῖσθαι, καθὰ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα,
Τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων Οὐπώποθ’ ὕβρισ’ αὐτὸς ὀῤῥωδῶν παθεῖν.τὸ δὲ Ἀῤῥωδεῖν, τὸ ἐναντίον, τυῦτ’ ἔστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ θαῤῥεῖν καὶ καταφρονεῖν.
Ἀπόνοια Ἀνοίας διαφέρει. Ἀπόνοια μὲν γὰρ μανία τίς ἐστιν καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ Ἄνοια, στέρησις φρενῶν οὖσα, ἐλεεῖται μᾶλλον ἢ μισεῖται.
Ἀμύνεσθαι καὶ Ἀμύνειν διαφέρει. Ἀμύνεσθαι γάρ ἐστι τὸ κολάζειν τοὺς ἀδικήσαντας· Ἀμύνειν δὲ, τὸ βοηθεῖν.
Ἀτελὲς καὶ Ἀτέλεστον διαφέρει. Ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον· Ἀτέλεστον δὲ, τὸ μὴ δυνάμενον τελεσθῆναι.
Αἰτῶ καὶ Αἰτοῦμαι διαφέρει. τὸ μὲν γὰρ Αἰτῶ, ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι· τὸ δὲ Αἰτοῦμαι ἐπὶ τοῦ χρῆσθαι εἰς ἀπόδοσιν. ὡς καὶ Μένανδρος διαστέλλει τὴν διαφορὰν,
Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος.οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσι.
Αἰδὼς καὶ Αἰσχύνη διαφέρει. Αἰδὸς μὲν γάρ ἐστιν ἡ ἀτροπὴ πρὸς ἕκαστον οὕτω σεβασμίως ἔχειν· Αἰσχύνη δὲ, ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται. ὡς τὸ, Αἰδεῖται μὲν τὸν πατέρα, Αἰσχύνεται δὲ μεθύσκεσθαι.
Ἄμητος καὶ Ἀμητὸς διαφέρει. Ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρους· Ἀμητὸς δὲ, ὁ θερισμός.
Ἀπολείπει καὶ Ἐκβάλλει διαφέρει. Ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα· Ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα.
Ἀντικρὺ μὲν τὸ ἐπ’ εὐθείας, ὀξυτόνως· Ἄντικρὺς δὲ, τὸ διαῤῥήδην καὶ φανερῶς.
Ἀμφὶ μὲν σημαίνει τὸ περί· Ἀμφὶς δὲ, τὸ χωρὶς, ἀμφοτέρωθεν.
Ἀκταὶ μὲν οἱ πετρώδεις τόποι ἐν τῇ θαλάσσῃ· Θῖνες δὲ, οἱ αἰγιαλοί.
Ἀναφορὰ καὶ Εἰσφορὰ διαφέρει. Ἀναφορὰ γάρ ἐστι τὸ ὑποτεταγμένων δούλων τελούμενον τοῖς δεσπόταις· τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον τέλος, Εἰσφορά.
Ἁρπαγὴ μὲν γὰρ ἡ αἰφνίδιος ἁρπαγὴ, καὶ ἀφαίρεσις μετὰ βίας· Ἁρπάγη δὲ, ὡς ἀνάγκη.
Ἀσφόδελος, τὸ φυτόν· Ἀσφοδελὸς δὲ, τόπος, ἐν ᾧ ὁ ἀσφόδελος γίνεται.
Ἀνδραγαθία Ἀνδρείας διαφέρει. Ἀνδρεία μὲν γάρ ἐστι δύναμις σώματος ἐπαινουμένη· Ἀνδραγαθία, τῆς κατὰ ψυχὴν ἀρετῆς μαρτυρία.