On Poems

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Εἰσὶ δὲ ἐν τοῖς ποιήμασι καὶ οἱ ἀρρενικῶς οὕτω καλούμενοι ἐπῳδοί, ὅταν μεγάλῳ στίχῳ περιττόν τι ἐπιφέρητραι, οἷον (Arch. 94)

πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε; τίς σὰς παρήειρε φρένας;
καὶ ἔτι (Arch. 104)
εὖτε πρὸς ἄεθλα δῆμος ἠθροΐζετο, ἐν δὲ Βατουσιάδης.

Ὅταν δὲ ἔμπαλιν ἡ τάξις ᾖ, προῳδὸς καλεῖται, ὡς παρὰ Ἀνακρέοντι (19)

ἀρθεὶς δηῦτʼ ἀπὸ Λευκάδος πέτρης, εἰς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι.

Ὥσπερ δὲ ταῦτα εὑρίσκεται, οὕτω γένοιντο ἄν τινες καὶ μεσῳδοί, ὅταν περιέχῃ μὲν τὰ μείζω, μεταξὺ δὲ τὸ μεῖον ᾖ τεταγμένον.

Ἔστι δέ τινα καὶ τὰ καλούμενα ἐπιφθεγματικά, ἃ διαφέρει ταύτῃ τῶν ἐφυμνίων, ὅτι τὰ μὲν ἐφύμνια καὶ πρὸς νοῦν συντελεῖ τι, τὰ δὲ ἐπιφθεγματικὰ ἐκ περιττοῦ ὡς πρὸς τὸ λεγόμενον τῇ στροφῇ πρόσκειται· οἷον τὸ Βακχυλίδου (25)

ἦ καλὸς Θεόκριτος, οὐ μόνος ἀνθρώπων ὁρᾷς,
καὶ πάλιν παρὰ τῷ αὐτῶ Βακχυλίδη (26)
σὺ δʼ ἐν χιτῶνι μούνῳ παρὰ τὴν φίλην γυναῖκα φεύγεις.

Ὅταν μὲν οὖν βραχέα ᾖ τὰ ἐπιφθεγματικά, τοῦτο πρόσεστιν αὐτοῖς ὄνομα· ἐὰν δὲ καὶ τηλικαῦτα, ὥστε στροφὴν ἐκπληροῦν, καὶ προτετάχθαι μὲν τὴν τοῦ ποιητοῦ στροφήν, ἐπεζεῦχθαι δὲ τὴν τῶν ἐπιφθεγματικῶν, εἶτα πάλιν τὰ ἴσα κατὰ τὸν αὐτὸν λόγον, ἔσται τὸ τοιοῦτον σύστημα κατὰ περικοπὴν

Ἔστι δέ τις ἐν ταῖς κωμῳδίαις καὶ ἡ καλουμένη παράβασις, ἥτις ἐὰν τελεία γράφηται, ἐστὶν αὐτῆς εἴδη ἑπτά. Καλεῖται δὲ παράβασις, ἐπειδὴ εἰσελθόντες εἰς τὸ θέατρον καὶ ἀντιπρόσωποι ἀλλήλοις στάντες οἱ χορευταὶ παρέβαινον καὶ εἰς τὸ θέατρον ἀποβλέποντες ἔλεγόν τινα.

Τὰ δὲ εἴδη τῆς παραβάσεως ἐστι ταῦτα· κομμάτιον, ὃ καὶ παρὰ τοῖς παλαιοῖς ποιηταῖς ὠνομάσθη· φησὶ γὰρ ὁ Εὔπολις (362)

εἰωθὸς τὸ κομμάτιον τοῦτο·
δεύτερον δὲ εἶδός ἐστιν ἡ ὁμωνύμως τῷ γένει καλουμένη παράβασις· καὶ τρίτον τὸ μακρὸν προσαγορευόμενον, ὃ καί φαμεν εἶναι ἐπιμηκέστερον· οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ ἀπνευστὶ λέγεσθαι ἐδόκει εἶναι μακρότερον. — Ταῦτα μὲν οὖν ἐστιν ἀπολελυμένα. ἕτερα δέ ἐστι τὰ κατὰ σχέσιν γεγραμμένα, τό τε μέλος καὶ τὸ ἐπίρρημα, ὅπερ ὡς ἐπὶ τὸ πλεῖστον ἑκκαίδεκα ἦν στίχων, καὶ τὸ τῴ μέλει ἀντίστροφον καὶ τὸ καλούμενον ἀντεπίρρημα, ὅπερ ἦν τῶν ἴσων κώλων τῷ ἐπιρρήματι.