Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(1) Τὸ χοριαμβικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς· ὡς ἐπίπαν δὲ ὅτε καταληκτικόν ἐστιν εἰς τὴν ἰαμβικὴν κατάκλειδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον· — περαιοῦται μὲν γὰρ καὶ εἰς τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, οἷον δίμετρον μὲν τὸ (fr. lyr. adesp. 69)
ἱστοπόνοι μείρακες,τρίμετρα δὲ (fr. lyr. adesp. 70)
οὐδὲ λεόντων σθένος οὐδὲ τροφαί,τετράμετρα δὲ (fr. lyr. adesp. 71)
αἳ Κυθερήας ἐπιπνεῖτ’ ὄργια λευκωλένου.ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι, ἀπρεπέστερά ἐστι. —
(2) Τὰ δὲ εἰς τὸν ἀμφίβραχυν ἢ βακχεῖον· οἷον δίμετρα μὲν τὰ ἐξ Αἰολοσίκωνος Ἀριστοφάνους (10)
οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς φλῶσιν ἑκάστοτ’ ἄνδρες· δεινὰ γὰρ ἔργα δρῶσαι λαμβανόμεσθ’ ὑπ’ αὐτῶν.τρίμετρα δὲ οἷον τὸ Ἀνακρέοντος (31)
δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν·τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν· τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, οἷα ταυτὶ τὰ Σαπφοῦς (60)
δεῦτέ νυν ἁβραὶ Χάριτες καλλίκομοί τε Μοῖσαι.
(3) Ἀνακρέων δὲ ἐπετήδευσε τὴν πρώτην συζυγίαν δι’ ὅλου ᾄσματος ἐκ τριβραχέος καὶ ἰάμβου ποιῆσαι, ὡς εἶναι κοινὴν λύσιν τῆς τε χοριαμβικῆς καὶ τῆς ἰαμβικῆς (Anacr. 24)
ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις.πολὺ δ’ ἐστὶ καὶ τὸ πρὸς τῇ κατάκλειδι τὴν δευτέραν συζυγίαν ἰαμβικὴν ἔχον, οἷόν ἐστι παρὰ μὲν Ἀνακρέοντι (23)
ἐκ ποταμοῦ ᾽πανέρχομαι πάντα φέρουσα λαμπρά,παρὰ δὲ Ἀριστοφάνει ἐν Ἀμφιάρεῳ (30)
οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ’ ἐμαυτόν.
(4) Καὶ τῷ πενταμέτρῳ δὲ Καλλίμαχος ὅλον ποίημα τὸν Βράγχον συνέθηκε (36)
δαίμονες εὐυμνότατοι Φοῖβέ τε καὶ Ζεῦ Διδύμων γενάρχαι.Φίλικος δὲ ὁ Κερκυραῖος, εἷς ὢν τῆς Πλειάδος, ἑξαμέτρῳ συνέθηκεν ὅλον ποίημα
τῇ χθονίῃ μυστικὰ Δήμητρί τε καὶ Φερσεφόνῃ καὶ Κλυμένῳ τὰ δῶρα.τοῦτο δὲ καὶ ἀλαζονεύεται εὑρηκέναι Φίλικος λέγων
καινογράφου συνθέσεως τῆς Φιλίκου, γραμματικοί, δῶρα φέρω πρὸς ὑμᾶς·ψεύδεται δέ· πρὸ γὰρ αὐτοῦ Σιμμίας ὁ Ῥόδιος ἐχρήσατο ἔν τε τῷ Πελέκει
Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ,κἀν ταῖς Πτέρυξιν
λεύσσετε τὸν γᾶς τε βαθυστέρνου ἄνακτ’ Ἀκμονίδαν τ’ ἄλλυδις ἑδράσαντα,πλὴν εἰ μὴ ἄρα ὁ Φίλικος οὐχ ὡς πρῶτος εὑρηκὼς τὸ μέτρον λέγει, ἀλλ’ ὡς πρῶτος τούτῳ τῷ μέτρῳ τὰ ὅλα ποιήματα γράψας.
(1) Τὸ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα, τὰς δ’ ἐν μέσῳ καθαρὰς ἀντισπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον, ἰαμβικήν. Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς,
οὐ μόνον τὴν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς ἰαμβικαῖς ἑπομένην· ἔστι δὲ ὅτε καὶ λύεται ὁ πρότερος ποὺς εἰς τρίβραχυν.(2) Καὶ ἔστιν ἐπίσημα ἐν αὐτῷ τάδε· πενθημιμερὲς μὲν τὸ καλούμενον δοχμιακόν, οἷον
κλύειν μαίεται τὸν ἐγχώριον·ἑφθημιμερὲς δὲ τὸ καλούμενον Φερεκράτειον (79)
ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις.δίμετρον δὲ ἀκατάληκτον τὸ καλούμενον Γλυκώνειον, αὐτοῦ Γλύκωνος εὑρόντος αὐτό (fr. lyr. adesp. 79ᵅ)
κάπρος ἡνίχ’ ὁ μαινόλης ὀδόντι σκυλακοκτόνῳ Κύπριδος θάλος ὤλεσεν·δίμετρον δὲ ὑπερκατάληκτον τὸ καλούμενον Σαπφικὸν ἐννεασύλλαβον ἢ Ἱππωνάκτειον, οἷον (Hipp. 92)
καὶ κνίσῃ τινὰ θυμιήσας.
(3) Τῶν δὲ τριμέτρων τὸ μὲν καταληκτικὸν τὸ μόνην
τὴν πρώτην ἀντισπαστικὴν ἔχον, τὰς δὲ ἑξῆς ἄλλας ἰαμβικὰς Φαλαίκειον καλεῖται, οἷον (Kratin. 321)χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων, Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων·τὸ δὲ ἀκατάληκτον τὸ μόνην τὴν τελευταίαν ἔχον ἰαμ βικὴν καλεῖται Ἀσκληπιάδειον, οἷον τὸ Ἀλκαίου (33)
ἦλθες ἐκ περάτων γᾶς, ἐλεφαντίναν λαβὰν τῶ ξίφεος χρυσοδέταν ἔχων·τὸ δὲ μέσην μὲν ἔχον τὴν ἀντισπαστικήν, τρεπομένην κατὰ τὸν ἕτερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλά βου σχήματα, ἑκατέρωθεν δὲ τὰς ἰαμβικάς, ὧν ἡ πρώτη καὶ ἀπὸ σπονδείου ἄρχεται, Ἀλκαϊκὸν καλεῖται δωδεκασύλλαβον, οἷον (Alc. 62)
κόλπῳ σ’ ἐδέξανθ’ ἁγναὶ Χάριτες Κρόνῳ.
(4) Τῶν δὲ τετραμέτρων τὸ μὲν καταληκτικὸν καθαρόν ἐστι τὸ τοιοῦτον (Sapph. 62)
κατθνάσκει Κυθέρη’ ἁβρὸς Ἄδωνις· τί κε θεῖμεν; καττύπτεσθε κόραι καὶ κατερείκεσθε χιτῶνας·τὸ δὲ τὴν δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον, οἷον (Anacr. 17)
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη.πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη. πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό γε καθαρῶς ἐσχηματισμένον ἐστὶ τοιοῦτον. ―
(5) ἔστι δὲ πυκνὸν καὶ τὸ τὴν δευτέραν μόνην ἀντισπαστικὴν ἔχον, ᾧ μέτρῳ ἔγραψεν ᾄσματα καὶ Σαπφὼ ἐπὶ † τῆς τοῦ ἑβδόμου (90)
γλυκῆα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἱστὸν πόθῳ δαμεῖσα παιδὸς βραδίναν δι’ Ἀφροδίταν.