Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(1) Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περισσὰς χώρας [τουτέστι πρώτην, τρίτην, πέμπτην] ἴαμβον, τρίβραχυν, καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρτίους [τουτέστι δευτέραν, τετάρτην, ἕκτην] ἴαμβον καὶ τρίβραχυν καὶ ἀνάπαιστον· τοῦτον δὲ παρὰ
τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς σπανιώτερον. Ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβον δέχεται μόνον ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ― ἢ σπανίως τρίβραχυν ―, ὥστε γίνεσθαι τὴν κατάκλειδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον.(2) Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ ἀκατάληκτα μὲν δίμετρα, οἷον τὰ Ἀνακρεόντεια ὅλα ἄσματα γέγραπται (89)
ἐρῶ τε δηῦτε κοὐκ ἐρῶ καὶ μαίνομαι κοὐ μαίνομαι·τρίμετρα δὲ (Anacr. 84)
ἔστε ξένοισι μειλίχοις ἐοικότεςτετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56)
ἔστε ξένοισι μειλίχοις ἐοικότεςτετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56)
δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι.
(3) Καταληκτικὸν δὲ δίμετρον τὸ καλούμενον Ἀνακρεόντειον οἷον (Anacr. 92)
ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω·τρίμετρον δὲ οἷον τὸ Ἀρχιλόχου (116)
ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ·τετράμετρον δὲ οἷον τὸ Ἱππώνακτος (90)
εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα.
(4) Ἔστιν ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασι, διαφέρει δὲ τοῦ ὀρθοῦ, ᾗ ἐκεῖνο μὲν τὸν τελευταῖον ἴαμβον ἔχει ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, τοῦτο δὲ ἢ σπονδεῖον ἢ τροχαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους πόδας, οὔτε δάκτυλον οὔτε τρίβραχυν οὔτε ἀνάπαιστον, ἀλλὰ μάλιστα μὲν ἴαμβον, ὅτε καὶ εὐπρεπές ἐστιν, (Callim. 92)
ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω,ἔσθ’ ὅτε δὲ καὶ σπονδεῖον, ὅτε καὶ τραχύτερον γίνεται, (Hipp. 48)
εἰς ἄκρον ἕλκων, ὥσπερ ἀλλᾶντα ψύχων.
(1) Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον, τρίβραχυν καὶ δάκτυλον, κατὰ δὲ τὰς ἀρτίους
τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. Καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δὲ ὅτε καὶ τρίβραχυν· [καὶ] ἐὰν δὲ ᾗ βραχυκατάληκτον, οὐ βούλεται τὸν παραλήγοντα τετράσημον ἔχειν.(2) Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ καταληκτικά· δίμετρον μὲν καταληκτικὸν τὸ καλούμενον Εὐριπίδειον ἢ Ληκύθιον, οἷόν ἐστι (Eur. Phoen. 239 sq.)
νῦν δέ μοι πρὸ τειχέων θούριος μολὼν Ἄρης·τρίμετρον δὲ καταληκτικόν, οἷόν ἐστι τὸ Ἀρχιλόχου (99), ὅ τινες ἀκέφαλον ἰαμβικὸν καλοῦσι,
Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην.τετράμετρον δὲ καταληκτικὸν οἷον (Archil. 60)
Ἐρξίη πῆ δηῦτ’ ἄνολβος ἀθροΐζεται στρατός.τοῦτο δὲ τὸ τετράμετρον γίνεται καὶ χωλὸν τοῦ παρατελεύτου ποδὸς σπονδείου γενομένου, οἷόν ἐστι καὶ τὸ (Hipp. 78)
Μητροτίμῳ δηῦτέ με χρὴ τῷ σκότῳ δικάζεσθαι.καὶ τῷ πενταμέτρῳ δὲ καίπερ ὄντι ὑπερμέτρῳ πολλοὺς κεχρῆσθαι συμβέβηκεν, οἷόν ἐστι καὶ τὸ Καλλιμάχου (115)
ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰνηρῆς Χίου
(3) Ἔστι δὲ ἐν αὐτῷ ἐπίσημον καὶ τὸ δίμετρον βραχυκατάληκτον, τὸ καλούμενον Ἰθυφαλλικόν· ᾧ πρῶτος μὲν Ἀρχίλοχος κέχρηται, συζεύξας αὐτὸ δακτυλικῷ τετραμέτρῳ οὕτως (Arch. 100)
οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη.οἱ δὲ μετὰ ταῦτα καὶ ἐπήγαγον αὐτὸ ἰαμβείῳ, ὥσπερ ὁ Καλλίμαχος (117)
Ἑρμᾶς ὅ περ Φεραῖος αἰνείων θεός ἔμμι τῶ φυγαίχμα.
(4) ὁμοίως δὲ καὶ τὸ τετράμετρον βραχυκατάληκτόν ἐστιν ἐπίσημον, οἷον (fr. com. an. 39)
οὐδ’ Ἀμειψίαν ὁρᾶτε πτωχὸν ὄντ’ ἐφ’ ὑμῖν·καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρόν ἐστιν ἔνδοξον, οἷον τουτὶ τὸ Ἀνακρέοντος (76)
κλῦθί μευ γέροντος εὐέθειρα χρυσόπεπλε κούρα.Τὰ μὲν οὖν ἐπισημότατα ἐν αὐτῷ ταῦτά ἐστι.
(5) Τῷ δὲ δακτύλῳ τῷ κατὰ τὰς περιττὰς ἐμπίπτοντι χώρας ἥκιστα οἱ ἰαμβοποιοὶ ἐχρήσαντο ποιηταί, σπανίως δὲ καὶ οἱ τραγικοί, οἱ δὲ κωμικοὶ συνεχῶς ὥσπερ καὶ ἐν τῷ ἰαμβικῷ τῷ ἐπὶ τῆς ἀρτίου ἀναπαίστῳ· ἑκάτερον γὰρ ἄλογον· οὔτε γὰρ ἐν τῷ ἰαμβικῷ ἐχρῆν ἀνάπαιστον ἐπὶ τῆς ἀρτίου χώρας, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ λύσις ἐστὶν ὁ ἀνάπαιστος, οὔτε ἐν τῷ τροχαϊκῷ ἐπὶ τῆς περιττῆς τὸν δάκτυλον, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ ὁμοίως λύσις ὁ δάκτυλος.