Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(9) Τρίτον δέ ἐστι παρὰ Ἀρχιλόχῳ ἀσυνάρτητον ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου (85)
ἀλλά μ’ ὁ λυσιμελής, ὠταῖρε, δάμναται πόθος.
(1Ο) Ἔνδοξόν ἐστι ἐπισύνθετον καὶ τὸ διπενθημιμερὲς τὸ ἐγκωμιολογικὸν καλούμενον, ὅπερ ἐστὶν ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ τοῦ ἴσου, ᾧ κέχρηται μὲν καὶ Ἀλκαῖος ἐν ἄσματι (94), οὗ ἡ ἀρχή
Ἣ ῥ’ ἔτι Διννομένῃ τῶ Τυρρακῄω τἄρμενα λαμπρὰ κέοντ’ ἐν Μυρσινῄω,κέχρηται δὲ καὶ Ἀνακρέων ἐν πλείοσιν ἄσμασιν (70)
Ὀρσόλοπος μὲν Ἄρης φιλέει μεναιχμάν.
(11) Τὸ δὲ ἀντεστραμμένον τούτῳ ἰαμβέλεγος καλεῖται· τούτῳ δὲ ἐν συνεχείᾳ οὐκ ἴσμεν τινὰ κεχρημένον, διεσπαρμένως δέ·
πρῶτον μὲν εὔβουλον Θέμιν οὐρανίαν.(Pind. 30, 1) ―
κείνων λυθέντες σαῖς ὑπὸ χερσὶν ἄναξ(Pind. 35).
(12) Γίνεται δὲ καὶ τριπενθημιμερὲς ἐκ τούτων τὸ καλούμενον Πλατωνικόν, ἐν ᾧ τὰ νὲν ἑκατέρωθεν δύο δακτυλικά εἰσι πενθημιμερῆ, τὸ δὲ μέσον ἰαμβικόν· κέχρηται δὲ αὐτῷ Πλάτων ἐν Χαντρίαις (90)
χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.
(13) Ἀντεστραμμένον δέ ἐστι τούτῳ τὸ Πινδαρικὸν καλούμενον,
ὃς καὶ τυπεὶς ἁγνῷ πελέκει τέκετο ξανθὰν Ἀθάναν(Pind. 34) ―
σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς(Pind 216).
(14) Τοῦ δὲ δακτυλικοῦ πενθημιμεροῦς δὶς λαμβανομένου γίνεται τὸ ἐλεγεῖον· ἀλλὰ τὸ μὲν δεύτερον αὐτοῦ μέρος ἑπτασύλλαβον ἀεὶ μένει, ἐκ δύο δακτύλων καὶ συλλαβῆς, τὸ δὲ πρότερον κινουμένους ἔχει τοὺς δύο πόδας, ὥστε ἢ δακτύλους αὐτοὺς γίνεσθαι ἢ σπονδείους, ἢ τὸν μὲν πρότερον δάκτυλον, τὸν δὲ δεύτερον σπονδεῖον· ἢ ἀνάπαλιν τὸν μὲν πρότερον
σπονδεῖον, τὸν δὲ δεύτερον δάκτυλον· παρ’ ἣν αἰτίαν τὸ μὲν δεύτερον ἀεὶ διπλασιαζόμενον τὸ ἐλεγεῖον ποιεῖ, τὸ δὲ πρότερον οὐκέτι, ἐὰν μὴ ἐκ δύο δακτύλων συνεστήκῃ· οἷον (Callim. 488)Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοιτὸ μὲν δεύτερον διπλασιασθὲν ποιεῖ ἐλεγεῖον, τὸ δὲ πρότερον οὔ· ὥστε αὐτὸ ποτὲ μὲν τεσσαρεσκαιδεκασύλλαβον γίνεσθαι, ποτὲ δὲ τρισκαιδεκασύλλαβον, ποτὲ δὲ δωδεκασύλλαβον.