Elementa astronomia
Geminus
Geminus. Γέμινου εισαγωγὴ ἐις τὰ φαινόμενα. Gemini Elementa astronomiae. Manitius, Charles, editor. Leipzig: Teubner, 1898.
ταῦτα ἄρα δεῖ προσεπιμερίσαι τῇ τε
ἐλαχίστῃ καὶ τῇ μεγίστῃ, ὅπως αἱ δύο κινήσεις συντεθεῖσαι ἀποτελέσωσι μοίρας κ̅σ̅τ̅ κα′ ι′′. προσθεῖναι δὲ δεῖ τὴν ἐπουσίαν οὕτως, ὥςτε μήτε τὴν ἐλαχίστην μείζονα γίνεσθαι τῶν ιβ′ μοιρῶν, μήτε τὴν μεγίστην μείζονα μοιρῶν ιστ′.Ἐπιμεριοῦμεν δὲ οὕτως. ἐπεὶ ἡ σελήνη ἐν ἡμέραις στ’ τε καὶ νγ′ πρώτοις καὶ δευτέροις κ′ παραγίνεται ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν μέσην καὶ ἀπὸ τῆς μέσης ἐπὶ τὴν μεγίστην καὶ διὰ παντὸς τῇ ἴσῃ παραυξήσει καὶ μειώσει χρῆται, δεῖ εὑρεῖν ἀριθμόν,
ὃς πολυπλασιάσας τὸ τέταρτον μέρος τοῦ ἀποκαταστατικοῦ χρόνου ἀποτελέσει τινὰ ἀριθμόν, ὃς προστεθεὶς μὲν τῇ μέσῃ κινήσει ποιήσει τινὰ ἀριθμὸν μείζονα μὲν ⟨τῶν⟩ ιε′ μοιρῶν, ἐλάττονα δὲ τῶν ις′, ἀφαιρεθεὶς δὲ ἀπὸ τῆς μέσης κινήσεως ἀπολείψει τινὰ ἀριθμὸν μείζονα μὲν τῶν ια′ μοιρῶν, ἐλάττονα δὲ τῶν ιβ′· τὰ δὲ προστιθέμενα ταῖς ιε′ μοίραις καὶ ταῖς ια′ ἔσται ἐπὶ τὸ αὐτὸ πρῶτα ἑξηκοστὰ κα′ καὶ δεύτερα ι′.
Εὑρίσκεται δὲ τοῦτο ποιῶν ὁ τῶν ιη′ ἑξηκοστῶν πρώτων. ἐὰν γὰρ ταῦτα πολυπλασιασθῇ ἐπὶ τὸ τέταρτον μέρος τῆς ἀποκαταστάσεως, ἐπὶ τὰς ἡμέρας ϛ′, νγ′ πρῶτα λεπτὰ καὶ κ′ λεπτὰ δεύτερα, ἀποτελοῦνται μοῖραι β′ καὶ πρῶτα ἑξηκοστὰ δ′. ταῦτα προσέθηκα τῇ μέσῃ κινήσει, τοῖς ι̅γ̅ ι′ λε′′, καὶ γίνονται μοῖραι ι̅ε̅ ιδ′ λε′′· καὶ ἀφεῖλον ἀπὸ τῆς μέσης κινήσεως τὰς β′
μοίρας καὶ τὰ πρῶτα Ἑξηκοστὰ δ′, καὶ καταλείπονται μοῖραι ῑᾱ ϛ′ ιη′′.Εὕρηται ἄρα ἡ μὲν ἐλαχίστη κίνησις τῆς σελἠνης μοιρῶν ῑᾱ ϛ′ λε′′, ἡ δὲ μέση κίνησις μοιρῶν ῑγ̄ ι′ λε′′, ἡ δὲ λεγίστη κίνησις μοιρῶν ῑε̄ ιδ′ λε′′, ἡ δὲ ἡμερησία παραύξησις πρώτων ἑξηκοστῶν ῑη̄′.