Elementa astronomia
Geminus
Geminus. Γέμινου εισαγωγὴ ἐις τὰ φαινόμενα. Gemini Elementa astronomiae. Manitius, Charles, editor. Leipzig: Teubner, 1898.
Τῶν δὲ ἐπὶ τῆς γῆς κατοικούντων ὅσοι μὲν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κατοικοῦσι, τούτοις τὰ αὐτὰ φαινόμενα κατὰ τὰς οἰκήσεις γίνεται, καὶ τὰ μεγέθη τῶν ἡμερῶν ἴσα καὶ τὰ μεγέθη τῶν ἐκλείψεων τοιαῦτα καὶ 〈αἱ〉 τῶν ὡροσκοπείων καταγραφαὶ αἱ αὐταί.
καὶ καθόλου πάντα τὰ περὶ τὰς οἰκήσεις τὰς ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένας τὰ αὐτὰ ὑπάρχει. τὸ γὰρ ἔγκλιμα τοῦ κόσμου μένει τὸ αὐτό· παρὰ γὰρ τὸ ἔγκλιμα τοῦ κόσμου διάφορα γίνεται τὰ φαινόμενα.
αἱ
μέντοι γε ἀρχαὶ τῶν ἡμερῶν καὶ αἱ τελευταὶ οὐχ ἅμα πᾶσι γίνονται, ἀλλ’ οἷς μὲν πρότερον, οἷς δ’ ὕστερον. καὶ ἔστιν ἡ παρά τισι πρώτη ὥρα παρ’ ἄλλοις μέσον ἡμέρας [οὖσα], παρ’ οἷς δὲ δύσις [οὖσα].ἤδη μέντοι γε πρὸς τὴν αἴσθησιν σχεδὸν ἐπὶ σταδίους υ′ ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν ὁ αὐτὸς ὁρίζων διαμένει, ὥςτε πρὸς αἴσθησιν ἅμα τὴν ἀνατολὴν αὐτοῖς γίνεσθαι καὶ τὴν δύσιν. ὅταν δὲ πλεῖον γένηται 〈τὸ〉 διάστημα τῶν υ′ σταδίων, προανατολαὶ καὶ προδύσεις γίνονται.