Elementa astronomia

Geminus

Geminus. Γέμινου εισαγωγὴ ἐις τὰ φαινόμενα. Gemini Elementa astronomiae. Manitius, Charles, editor. Leipzig: Teubner, 1898.

οὔπω μέντοι δύναται θεωρηθῆναι ἡ τοῦ ἄστρου ἐπιτολή, ἔτι δὲ καταυγεῖται ὑπὸ τοῦ ἡλίου. πάλιν δὲ ἐν τῇ ἐχομένῃ ἡμέρα ὁ μὲν ἥλιος εἰς τὰ ἑπόμενα μετέβη, ὁ δ’ ἀστὴρ τοσοῦτον προανατέλλει τοῦ ἡλίου, ὅσον ὁ ἥλιος ἐν ταῖς δυσὶν ἡμέραις μετεκινήθη.

ἐν δὲ ταῖς ἐχομέναις ἡμέραις ἀεὶ τοῦ ἀστέρος ἐνωρότερον μᾶλλον καὶ ἐνωρότερον προανατέλλοντος, ὅταν τοσοῦτον προανατέλλῃ, ὥςτε θεωρηθῆναι τὴν τοῦ ἄστρου ἐπιτολὴν ἐκπεφευγότος αὐτοῦ τὰς αὐγὰς τοῦ ἡλίου, τότε λέγεται ὁ ἀστὴρ οὗτος ἑῴαν τὰς αὐγὰς τοῦ ἡλίου, τότε λέγεται ὁ ἀστὴρ αοὗτος ἑῴαν φαινομένην ἐπιτολὴν πεποιῆσθαι. [διʼ ἣν αἰτίαν καὶ ἐν τοῖς ψηφίσμασιν αἱ φαινόμεναι τῶν ἄστρων ἐπιτολαὶ προλέγονται· αἱ μὲν γὰρ ἀληθιναὶ ἀθεώρητοί εἰσι καὶ

ἀπαρατήρητοι, αἱ δὲ φαινόμεναι καὶ προλέγονται καὶ παρατηροῦνται.]

Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἑσπερίων ἐπιτολῶν [πάλιν]. καὶ γὰρ τούτων διαφοραί εἰσι δύο. αἱ μὲν γὰρ αὐτῶν ἀληθιναὶ λέγονται, αἱ δὲ φαινόμεναι· ἀληθιναὶ μέν, ὅταν ἅμα κατὰ ἀλήθειαν τοῦ ἡλίου δύνοντος ἐπιτέλλῃ τις ἀστὴρ ἅμα γινόμενος 〈ἐπὶ〉 τοῦ ὁρίζοντος πρὸς τὴν κατὰ τὸν λόγον ἀκρίβειαν.

καὶ αὗται δὲ αἱ ἐπιτολαὶ ἀθεώρητοι γίνονται διὰ τὰς αὐγὰς τοῦ ἡλίου. ἐν δὲ ταῖς ἑξῆς ἡμέραις, διὰ τὴν τοῦ ἡλίου μετάβασιν συναιρουμένου τοῦ πρὸς τὸν ἀστέρα διαστήματος, προανατέλλει μὲν πρὸ τῆς τοῦ ἡλίου δύσεως, ἔτι δὲ 〈ὑπὸ〉 τοῦ ἡλίου καταυγούμενος ἀθεώρητός ἐστιν.

ὅταν δὲ μετὰ τὴν τοῦ ἡλίου δύσιν τὸ πρῶτον ἐκπεφευγὼς τὰς αὐγὰς τοῦ ἡλίου θεωρηθῇ, τότε λέγεται φαινομένην ἑσπερίαν ἐπιτολὴν πεποιῆσθαι. ἐν δὲ ταῖς ἐχομέναις νυξὶ μετεωρότερος ἀεὶ μᾶλλον καὶ μᾶλλον φαίνεται.

Ὁμοίως δὲ καὶ τῶν δύσεων διαφοραὶ λέγονται δύο. αἱ μὲν γὰρ αὐτῶν ἑῷαί εἰσιν, αἱ δὲ ἑσπέριαι. ἑῷαι μὲν οὖν λέγονται δύσεις, ὅταν τοῦ ἡλίου ἀνατέλλοντος δύνῃ τις ἀστήρ. ἑσπερία δὲ δύσις λέγεται, ὅταν τοῦ ἡλίου δύνοντος συγκαταφέρηταί τις ἀστὴρ ἅμα γινόμενος ὑπὸ τὸν ὁρίζοντα.

Εἰσὶ δὲ τῶν ἑῴων δύσεων διαφοραὶ δύο. αἱ μὲν γάρ εἰσιν ἀληθιναί, αἱ δὲ φαινόμεναι· ἀληθιναὶ μέν, ὅταν 〈ἀπαραλλάκτως〉 ἐπὶ τοῦ ὁρίζοντος γένωνται ὅ τε

ἥλιος καὶ ὁ ἀστήρ, ὁ μὲν ἥλιος ἀνατέλλων, ὁ δὲ ἀστὴρ δύνων. αὗται δὲ αἱ δύσεις ἀθεώρητοι γίνονται διὰ τὰς αὐγὰς τοῦ ἡλίου.