Epistulae
Diogenes Sinopensis Epistulae
Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Διαπτύεις μου τὸν τρίβωνα καὶ τὴν πήραν ὡς ἐμοὶ μὲν ἐπαχθῆ καὶ χαλεπά, τὸν δὲ βίον οὐδὲν ὠφελοῦντα, οὐκ εὖ ποιῶν. σοὶ μὲν γὰρ ἐπαχθῆ καὶ χαλεπά ἔμαθες γὰρ ἀπὸ τυραννικῶν τραπεζῶν ἀμέτρως ἐμφορεῖσθαι καὶ γαστρὶ προβάτων, ἀλλὰ μὴ ψυχῆς ἀρετῇ κοσμεῖσθαι· ἐγὼ δὲ ὡς μετ’ ἀρετῆς ταῦτα ἐπιτετήδευκα, τίνα ἂν μείζονα ἀπόδειξιν ἢ τὸ μὴ μεταβάλλεσθαι πρὸς ἡδυπάθειαν ἐξόν μοι παρασχοίμην; τόν γε μὴν βίον ἀξιῶ πάντων μᾶλλον ἀνθρώπων ὠφελεῖν οὐ μόνον δι’ ὧν ἔχω, ἀλλὰ καὶ δι’ ὧν τοιοῦτος αὐτοῖς φαίνομαι. τίς γὰρ ἂν ἐφ’ οὕτως αὐτάρκη καὶ λιτὸν πολέμιος στρατεύσαιτο; ἐπὶ τίνα δ’ ἂν οἱ τοιούτοις ἀρεσκόμενοι βασιλέα ἢ δῆμον πόλεμον ἐξενέγκαιεν; ἀκόλουθα γοῦν τούτοις, ἐκκεκάθαρται μὲν ἡ ψυχὴ κακῶν, ἀφίσταται δὲ κενοδοξίας, ἐπιθυμιῶν δὲ ἀμετρίαν ἐκβέβληκεν, ἀληθεύειν δὲ δεδίδακται, ψευδῶν τε πάντων των ὑπερορᾶν· εἰ δέ σε μὴ πείθει ταῦτα, ἄσκει φιληδονίαν καὶ κατάπαιζε ἡμῶν ὡς οὐ μέγα νοησάντων.
Οὐ γαμητέον οὐδὲ θρεπτέον παῖδας, ἐπεὶ τὸ γένος ἡμῶν ἀσθενές ἐστιν, ἐπιφορτίζει δὲ γάμος καὶ τέκνα ἀνίαις τὴν ἀνθρωπίνην ἀσθένειαν. οἱ γοῦν ἐλθόντες ἐπὶ γάμον καὶ τέκνων τροφὴν δι’ ἐπικουρίαν, ὕστερον γνόντες ὡς πλειόνων ὀχληρῶν ἐστὶ ταῦτα, μετανοοῦσιν, ἐνὸν ἀρχῆθεν πεφευγέναι. ὁ δὲ ἀπαθὴς ἱκανὰ πρὸς ὑπομονὴν ὑπολαβὼν τὰ οἰκεῖα γάμον καὶ τέκνων ἐκκλίνει γένεσιν. ἀλλ’ ὁ βίος ἔρημος ἀνθρώπων γενήσεται· πόθεν γάρ, ἐρεῖς, ἡ διαδοχή; εἴθε γὰρ ἐπιλείποι βλακεία τὸν βίον, σοφῶν γενομένων πάντων· νῦν δ’ ὁ μὲν ἡμῖν πεισθεὶς μόνος ἴσως ἐπιλείψει, ὁ δὲ σύμπας βίος ἀπειθήσας παιδοποιήσεται. εἰ δὲ καὶ γένος ἀνθρώπων ἐπιλείποι, ἆρα ἄξιον τοσοῦτον ὀλοφύρασθαι, ὅσον καὶ εἰ μυιῶν καὶ σφηκῶν ἐπιλείποι γένεσις; ταῦτα γὰρ τὰ ῥήματα μὴ τεθεαμένων ἐστὶ τὴν τῶν ὄντων φύσιν.
Φρύνιχος Λαρισαῖος ἀκουστὴς ἡμῶν ποθεῖ τὸ ἱπποβοτον βοτον Ἄργος θεάσασθαι, ὅς ἀπὸ σοῦ δεήσεται φιλόσοφος ὢν οὐ πολλῶν.
Ὁ κύων Ἀρουέκᾳ γνῶναι σαυτόν (οὕτω γὰρ ἂν εὖ πράττοις), καὶ εἴ τις ἄρα περὶ ψυχῆς νόσος, οἷον ἀφροσύνη, ταύτης ἰατρὸν λαμβάνειν, τοῖς θεοῖς εὐχόμενος,
ἵνα μὴ δοκοῦντα λαβὼν θάτερον ποιῇς. χρόνιζε δὲ μὴ οὕτως· οἶνος γάρ σοι θησαυρίζεται, ἀλλὰ μὲν βλάψεις υλησει. ταῦτα δὲ ποιῶν οὐ μόνον ἐμοὶ φίλος πολλοῦ ἄξιος, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι. τὸ δὲ ἐρρῶσθαί σε καὶ τὸ χαίρειν ἐν τῷ μὴ ἀμελῆσαι τῶν γεγραμμένων ἐπέσταλται.Σοφίσματά μοι καὶ γρίφους ὁ σὸς γνώριμος Εὐρήμων προύτεινεν ἐξησκημένα ὡς ἔνι μάλιστα. ἐγὼ δὲ οὐκ ἐπὶ τούτοις ἀξιῶ τὴν ἀρετὴν σεμνύνεσθαι, ἃ ταῖς κεναῖς καὶ δυσανοίκτοις πυξίσιν ἔοικεν, ἀλλ’ ἐπὶ τῷ βίῳ, ὃν γυμνὸν ἐπιδείκνυσθαι πρέπει τοῖς ἐντυγχάνουσι. μετὰ γοῦν τὰς χαλεπάς τε καὶ κατησκημένας ζητήσεις ὁ γενναῖος καὶ σοφὸς Εὐρήμων περὶ τῶν μητρῴων πρὸς τὸν πατέρα μόνον οὐχὶ γυμνὸς ἐπαγκρατίαζε, καὶ τὴν μάχην τοῦ σοφοῦ ἔνιοι τῶν ἐπιτυχόντων φορτικῶν ἀνδρῶν διέλυον. ἔδει δέ, εἴπερ ἀρετῇ συνετέθραπτο, ἢ τὴν ἀρχὴν μηδὲ συστῆναι χρημάτων ἐπιθυμίαν περὶ αὐτόν, ἣ πάσης κακίας ἐστὶν αἰτία, οὐ τῆς σεμνοτάτης φιλοσοφίας, ἧς ἀφῃρῆσθαι τὸ σύμπαν πάθος. οἱ Ἀθηναῖοι δὲ καθ’ ὑμᾶς φιλοσοφήσαντες ἐοίκασι τοῖς ἐπαγγελλομένοις ἄλλους ἰατρεύειν, ἃ μὴ αὑτοὺς ἰᾶσθαι δεδύνηται.