Epistulae
Diogenes Sinopensis Epistulae
Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
(5) ἢ γὰρ οἴει ἄλλοθέν ποθεν τοῖς ἀνθρώποις εἶναι τὰ κακὰ ἢ ἐξ ὧν ἂν μὴ εἰδῶσιν ὅ τι ἂν αὐτοῖς ᾖ πρακτέον; πάνυ οὖν μοι δοκεῖς καὶ σὺ τῶν τυράννων εἶναι· οὗτοι γὰρ οὐδὲ τῶν παίδων πλείῳ νοῦν ἔχουσι. παῦσαι οὖν, ὦ ’γαθέ, καὶ εἴ τί σοι βούλει ἀγαθὸν εἶναι, σκόπει πόθεν τι πράξεις τῶν δεόντων τοῦτο δὲ οὐδέποτε ἂν δυνηθείης μὴ διδαχθείς. ἄρα οὖν εἴ τινά σοι τῶν Ἀθήνησι δικαστῶν πέμψαιμι; οἳ γὰρ ὁσημέραι τοῦτο πράττουσι περὶ τῶν ἀδίκων, οἴονται καὶ αὐτοὶ μέγιστοι εἶναι καὶ τοὺς ἄλλους παρέχεσθαι μηδὲν κακὸν μήτε ἔχοντας μήτε πράττοντας.
ἐρρῶσθαι δὲ ἢ χαίρειν οὐ θέμις μοι γράφειν, ἕως ἂν ἦς τοιοῦτος καὶ μετὰ τοιουτοτρόπων βιοῖς.Οὐ δοκεῖ μοι πᾶς τὸ καθ’ ἡμᾶς ἐν ἀρετῇ δύνασθαι, ἐπεὶ πολλῶν ἡ πρόθεσις καθαιρετικὴ τῆς ἀξίας γίνεται· οὐδὲ γὰρ ὁ τοῦ Μέλητος εἰπὼν τὸν Δία πατέρα ἀνδρῶν τε θεῶν τε ἐκύδηνεν ἀλλ’ ἐμείωσεν, ἐπεὶ χαλεπόν, εἰ οὓς οἱ γεννήσαντες διὰ πονηρίαν ἀπολέγονται, βιὸς εἶναι παῖδας πιστεύομεν. ταῦτα οὖν ὃ κύων μόνα δυνήσεται, ἃ κατ’ ἀρετὴν ἐνεργεῖται.
Ἔφθασεν ἡ χείρ μου πρὸ τῆς σῆς ἀφίξεως τὸν ὑμέναιον ᾆσαι, ἐγίγνωσκε δὲ τὴν ἀφροδισίων ἀποπλήρωσιν εὐποριστοτέραν εὑρῆσθαι τῆς κατὰ γαστέρα. ὁ γὰρ κυνισμός, ὡς οἶσθα, φύσεώς ἐστιν ἀναζήτησις· εἰ δέ τινες μέμφοιντο τὴν προαίρεσιν ταύτην, ἀξιοπιστότερος ἐπαινῶν ἐγώ.
Ὀρθῶς ἐποιήσατε τὴν πόλιν μεταχρηματίσαντες καὶ καλέσαντες ἀντὶ Μαρωνείας ἥτις νῦν καλεῖται Ἱππαρχίαν, ἐπεὶ κρεῖττον ὑμῖν ἀπὸ Ἱππαρχίας λέγεσθαι, γυναικὸς μέν, ἀλλὰ φιλοσόφου, ἢ Μάρωνος, ἀνδρὸς οἰνοπώλου.