Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(5) ταύτην οὖν τὴν ὁδὸν διὰ τὸ δύσκολον μόλις ἂν δύνασθαι γυμνὸν ἕκαστον ἀναβῆναι, καὶ οὐχ ὅτι φέροντά τι σὺν ἑαυτῷ καὶ βαρούμενον μόγῳ καὶ δεσμοῖς περισωθῆναι, ἀλλ’ οὐδὲ τῶν ἀναγκαίων τι μετιόντα, ποιῆσαι δ’ ἐν τῇ ὁδῷ τροφὴν μὲ πόαν ἢ κάρδαμα, πόμα δὲ εὐπαλὲς ὕδωρ, ** μάλιστα δ’ ὅπῃ δέοι τοῦ ῥᾷστα βαδίσαι, γυμναστέον ἐσθίειν μὲν κάρδαμον, πίνειν δὲ ὕδωρ, ἀμπέχεσθαι δὲ τρίβωνα κοῦφον, ἀποδειξαμένους τὴν ἄθλησιν τοῦ τε ἀποδύεσθαι πρὸς γῆν, ἑστῶτα δὲ ἐπὶ ἄκρον τὸν Ἑρμῆν ἐκτινάσσειν τοὺς βαδίζοντας, μή τι ἔχοντες ἐφόδιον βέβηλον οἴκοθεν βαδίζωσιν.

(6) ἐγώ τοι παρὰ Ἀντισθένει πρῶτον ἀσκήσας ἐσθίειν τε καὶ πίνειν ἧκον τὴν ἐπ’ εὐδαιμονίαν ὁδὸν σπεύδων ἀπνευστί, παρελθὼν δὲ ἵνα ὑπῆρχεν ἡ εὐδαιμονία ἔφην ὑπέμεινα, εὐδαιμονία, διὰ σὲ καὶ μέγα κακὸν ὕδωρ πίνειν καὶ κάρδαμον ἐσθίειν καὶ ἐπὶ γῆς κοιμᾶσθαι. ἣ δὲ ἠμείψατό με ἀλλ’ ἐγώ τοι ἔφη σοι ταῦτα ποιήσω δίχα ταλαιπωρίας ἡδύτερα τῶν τοῦ πλούτου ἀγαθῶν, ὃν μᾶλλον οἱ ἄνθρωποι ἐμοῦ πρεσβεύουσι, καὶ οὐκ αἰσθάνονται τύραννον ἑαυτοῖς ἐπιτρέφοντες. ἐξ ἐκείνου ἐγώ, ἐπεὶ ταῦτα τῆς εὐδαιμονίας διαλεγομένης ἤκουσα, οὐκέτι ταῦτα ὡς ἀσκήματα ἤσθιον καὶ ἔπινον, ἀλλ’ ὡς ἡδονάς, κρατεῖ δέ με πρὸς ταύτην τὴν δίαιταν καὶ τὸ ἔθος, οὗ πᾶς ἀπολειπόμενος βλάπτεται.

(7) παρατίθει οὖν ἡμῖν καὶ σὺ τοιαῦτα δεῖπνα, μιμούμενος τὸ κάλλιστον τῶν ἐν τῷ βίῳ, εὐδαιμονίαν, τὰ δὲ πλούτου ἵει εἰς τοὺς ἁμαρτάνοντας αὐτῆς τῆς ὁδοῦ. [*](Missing open quote here. Added manually.)ἀλλ’ εἰ τοῦτό σοι ἔφην δοκοίη, ἴσθι καὶ τοῦτ’ εἶπον. ἀεὶ τοιούτοις με δείπνοις θοίνα, τοῦ τε λοιποῦ τοιαῦτα παρέχου τοῖς ξένοις. καὶ οὐδέποτε παρόντας μὲν αὐτοὺς ἐκκλινεῖς, ὑστερίζοντας δέ τινας αὐτῶν ζητήσεις, ἐλέγχου γὰρ εἶς βελτίων. ταῦτά μοι, ἐν Ῥόδῳ ἐπεὶ ἐγενόμην, πρὸς Λακύδην τὸν ξένον ὡμιλήθη.

Σὺ μέν, ἐπεὶ οἱ ἀγῶνες ἀνεβλήθησαν, καταλιπὼν ᾤχου τὴν Ὀλυμπίαν, ἐγὼ δὲ διὰ τὸ ἐκτόπως εἶναι φιλοθεάμων κατέμεινα τὴν ἄλλην θεώμενος πανήγυριν. διέτριβον δὲ ἐν τῇ ἀγορᾷ, ἵνα ὁ ἄλλος ὅμιλος, καὶ περιιὼν ἄνω κάτω προσέσχον ὁτὲ μὲν τοῖς πωλοῦσιν, ὁτὲ δὲ τοῖς ῥαψῳδοῦσιν ἢ φιλοσοφοῦσιν ἢ μαντευομένοις. καί ποτε διεξιόντος τινὸς περὶ ἡλίου φύσεως καὶ δυνάμεως καὶ πάντας ἀναπείθοντος παρελθὼν εἰς τὸ μέσον ποσταῖος, ἔφην φιλόσοφε, ἀπὸ

τοὐρανοῦ καταβέβηκας; ὃ δέ μοι οὐκ εἶχεν ἀποκρίνασθαι. οἳ δὲ καταλιπόντες αὐτὸν οἱ περιεστῶτες ᾤχοντο ἀπιόντες, ὃ δέ γε καταλειφθεὶς μόνος τὰς εἰόνας τοῦ οὐρανοῦ συνετίθει εἰς τὸ κιβώτιον.