Epistulae
Diogenes Sinopensis Epistulae
Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
(2) ἀποθέμενος οὖν καὶ αὐτὸς τὸν τρίβωνα καὶ τὴν στλεγγίδα ἐκλύσας παρελθὼν ἠλειψάμην, καὶ
οὐ διαγίγνεται χρόνος συχνὸς καὶ κατὰ τὸ ἐπιχώριον εὐθέως παρελθών τις εἷς τῶν νέων, σφόδρα ἀστεῖος τὴν ὄψιν, ἀγένειος, προσαναδίδωσί μοι τὴν χεῖρα, διαπειρώμενος εἰ ἐπίσταμαι τὰ παλαιστρικά. κἀγὼ ἕως μέν τινος προσεποιούμην ὑπὸ αἰδοῦς μὴ εἰδέναι· ὡς δὲ ἐπηπείλησε καταναλίσκειν με, ἠρξάμην συνανατρίβεσθαι αὐτῷ νομίμως. εἶτα ὁ γνώμων μοί πως ἀνίσταται (τὸ γὰρ ἕτερον ὄνομα δέδια διὰ τοὺς πολλοὺς εἰπεῖν ), καὶ ὧδε μὲν τὸ μειράκιον ὑπ’ αἰδοῦς ταλιπόν με ἄπεισιν, ἐγὼ δὲ ἑστὼς ἐτριβόμην πρὸς ἐμαυτόν.(3) ἐπεὶ δὲ προσεῖδέ με ὁ παλαιστροφύλαξ, προσελθὼν ἐπέπληττεν, κἀγὼ πρὸς αὐτόν εἶτα σὺ παρεὶς τῷ νόμῳ μάχεσθαι γῦν ἐμοὶ διαφέρῃ; εἰ μὲν ἔθος ἦν τὸ καταλειφομένους πταρμικὸν ὀσφραίνεσθαι, οὐκ ἂν ἤσχαλλες, εἴ τις τῶν ἀλειφομένων ἐν τῷ γυμνασίῳ ἐπτάρνυτο· νυνὶ δὲ ἄχθῃ, εἴ τις καλοῦ συνανα κυλιομένου αὐτόματος ἐστύθη; ἢ δοκεῖς τὰς μὲν ρῖνας ὅλως ἐπὶ τῇ φύσει εἶναι, ταυτὶ δ’ ἡμῶν ἐπὶ τῇ προαι ρἑσει; οὐ παύσῃ ἔφην τοιαῦτα σφαδάζω πρὸς τοὺς εἰσιόντας; εἰ δέ σοί τίς ἐστι λόγος ἵνα μὴ γίγνοιτο τοῦτ’ ἐν τῷ γυμνασίῳ, μεταιρεῖς ἐκ τοῦ μέσου τοὺς νέους. ἀλλ’ οἴει, ὅτι δυνήσεταί σοι ὁ νόμος, ἐὰν συνανακυλίηται τοῖς ἀνδράσι τὰ μειράκια, δεσμοὺς καὶ κύφωνας τῇ στυτικῇ φύσει περιβαλεῖν; ταῦτ’ ἐμοῦ λέξαντος καὶ ὁ παλαιστροφύλαξ ὥχετ ἀπιών, κἀγὼ ἀναλαβὼν τὸν τρίβωνα καὶ τὴν πήραν ἐξῆλθον ἐπὶ θάλασσαν.
Ἧκον εἰς Κύζικον καὶ διαπορευόμενος τὴν ὁδὸν ἐθεασάμην ἐπί τινος θύρας ἐπιγεγραμμένον ὁ τ οῦ Διὸς παῖς καλλίν ικος Ἡ ρ ακλῆς ἐνθάδε κατοικεῖ, μη δὲν εἰσίτω κακόν. ἐπιστὰς οὖν ἀνεγίγνωσκον καὶ παρερχόμενόν τινα ἠρόμην τίς ἢ πόθεν ὁ ταύτην τὴν οἰκίαν οἰκῶν; ὃ δέ με δόξας πυνθάνεσθαι διὰ τὰ ἄλφιτα ἀπεκρίνατο φαῦλος ἄνθρωπος, ὦ Διόγενες· ἁλλ’ ἀπάναγε ἐνθένδε. κἀγὼ πρὸς ἐμαυτόν ἀλλ ἑοικεν ἔφην οὖτος, ὅστις ποτ’ ἔστιν, ἐξ ὧν λέγει ἑαυτῷ τὴν θύραν ἀποκλεῖσαι. καὶ μικρὸν προελθὼν ἑτέραν θύραν θεωρῶ τὸ αὐτὸ ἰαμβεῖον ἔχουσαν ἐπιγεγραμμένον.
(2)ἐν ταύτῃ ἔφην τίς ἐστιν ὁ κατοικῶν; τελώνης εἶπεν, ἄνθρωπος ἀγοραῖος ὤν. ταύτην οὖν αἱ τῶν πονηρῶν ἔφην θύραι μόνον ἔχουσι τὴν ἐπιγραφὴν ἢ καὶ αἱ τῶν σπουδαίων; πάντων εἶπεν. εἶτα διὰ τί ἔφην, εἰ ὑμᾶς ὠφελεῖ τοῦτο, οὐχὶ ταῖς πύλαις ἐπεγράψατε αὐτὸ τοῖς τῆς πόλεως, ἀλλὰ ταῖς οἰκίαις, εἰς ἃς μηδὲ χωρῆσαι δύναται ὁ Ηρακλῆς ; ἢ τὴν μὲν πόλιν βούλεσθε ἔχειν κακῶς, τὰς δὲ οἰκίας οὔ ; ἢ τὰ μὲν κοινὰ ὑμᾶς κακὰ οὐ δύναται καταβλάπτειν, τὰ δ’ ἴδια; οὐκ ἔχω εἶπε, Διόγενες, περὶ τούἀποκρίνασθαί σοι. τί δέ ἔφην οἴεσθε ὑμεῖς οἱ Κυζικηνοὶ κακὸν εἶναι; νόσον, πενίαν, θάνατον, τὰ τοιαῦτα ἔφησεν.